196
γενεᾶς·» ἢ, κατὰ τὸν Σύμμαχον· «Ἡμέρας ταῖς ἡμέραις τοῦ βασιλέως προσθήσεις, ἔτη αὐτοῦ, ἐφ' ὅσον γενεὰ καὶ γενεά· οἰκήσει αἰωνίως ἔμπροσθεν τοῦ Θεοῦ· ἔλεος καὶ ἀλήθεια περιφράξει αὐτόν.» Τούτων δὲ πάντων τεύξεται ὁ δυνηθεὶς εἰπεῖν· «Ἀπὸ τῶν πτερύγων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ἐν τῷ ἀκηδιᾶσαι τὴν καρδίαν μου.» Τῆς γὰρ τοιαύτης προκοπῆς καρπὸν ἐπάξιον λήψεται τὴν αἰώνιον ζωήν. Φάσκων δὲ ὁ λόγος, «Τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς,» σημαίνει, ὡς ἄρα ἔσται ὁ ∆αυῒδ μνημονευόμενος οὐ καθ' ὃν μόνον ἐβίου χρόνον, ἀλλὰ καὶ καθ' ἑκάστην γενεὰν, ἢ κατὰ δύο τινὰς γενεὰς, αἰνιττομένου τοῦ λόγου τόν τε ἐκ περιτομῆς λαὸν καὶ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. Ἐφ' ὅσον γοῦν χρόνον ἡ γενεὰ ἡ πρώτη τοῖς θείοις ἐντυγχάνει γράμμασι, φέρει διὰ μνήμης τὸν ∆αυΐδ· καὶ ἡ δευτέρα δὲ γενεὰ ἡ τῆς ἐξ ἁπάντων ἐθνῶν ἐκλογῆς ὡσαύτως τοῦ ∆αυῒδ οὔποτε διαλείπει μνημονεύουσα, διὰ τὸ φέρειν ἀνὰ στόμα τὴν βίβλον τῆς γενέσεως Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ ∆αυΐδ. Τοῦτο οὖν ᾐνίξατο φήσας ὁ λόγος· «Τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς.» Καὶ ἐν μὲν ἀνθρώποις ταύτης τεύξεται τῆς μακρότητος· παρὰ δὲ αὐτῷ τῷ Θεῷ οὔποτε, φησὶν, ἀπολεῖται· ἀθανάτου δὲ καὶ εἰς ἄπειρον διαρκούσης ζωῆς τυχὼν, «διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ.» Πῶς δὲ διαρκεῖν καὶ τῇ τοῦ Θεοῦ ζωῇ συμπαρεκτείνεσθαι ἀνθρώπου φύσις οἵα τε ἂν εἴη, διδάσκει ἑξῆς φάσκων· «Ἔλεος καὶ ἀλήθειαν τίς ἐκζητήσει αὐτοῦ;» Ὅπερ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Ἔλεος καὶ ἀλήθεια περιφράζει αὐτόν·» καὶ ὁ Ἀκύλας ὁμοίως, «Ἔλεος καὶ ἀλήθεια διατηρήσουσιν αὐτόν.» Ταῦτα γὰρ τῆς ἀθανασίας αὐτῷ ἔσται αἴτια, τὸ τοῦ Θεοῦ ἔλεος καὶ ἀλήθεια· ὧν μεταλαμβάνων πᾶς ὁ θεοφιλὴς, ὥσπερ ἀπὸ ἁλῶν ἁλιζόμενος, φυλαχθήσεται εἰς αἰώνιον ζωήν. Οὐ γὰρ δὴ ὁμοίως τῷ Θεῷ πεφυκὼς τὴν οὐσίαν, ὁμοίως αὐτῷ ζήσεται, ἀλλ' ὑπὸ τοῦ ἐλέους τοῦ Θεοῦ καὶ ὑπὸ τῆς ἀληθείας αὐτοῦ διακρατούμενος. «Οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.» Ταῦτα τοῦ ἁγίου Πνεύματος τῇ τοῦ ∆αυῒδ ὑφηγήσαντος ψυχῇ, μαθὼν ὥσπερ παρὰ διδασκάλου τὰ λεχθέντα, ἐπισφραγίζεται τῇ πίστει τὸν λόγον ἀναφωνῶν καὶ λέγων· «Οὕτω ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·» οὐχ ἀπλῶς δὲ, «Ψαλῶ, φησὶ, τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,» ἀλλὰ μετὰ προσθήκης τῆς, «Οὕτω.» Πῶς δὲ οὕτω; ἀλλ' ὡς προεδίδαξε τὸ Πνεῦμα τὸ ἅγιον φῆσαν· «Ἔλεος καὶ ἀλήθεια περιφράξει αὐτόν.» Οὕτω γὰρ ὑπὸ τοῦ σοῦ ἐλέους καὶ ὑπὸ τῆς σῆς ἀληθείας περιφραττόμενος καὶ διατηρούμενος, ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν 23.585 αἰῶνα τοῦ αἰῶνος. Τεθάρσηκα γὰρ ζωῆς αἰωνίου τεύξεσθαι καὶ ἀθανασίας τῆς παρὰ σοὶ διὰ τὸν σὸν ἔλεον καὶ διὰ τὴν σὴν ἀλήθειαν, ἀλλ' οὐ διὰ τὰς ἐμὰς ἀρετάς «Οὕτως οὖν ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας·» ἢ κατὰ τὸν Σύμμαχον, «Ἀποδιδοὺς τὰς εὐχάς μου καθ' ἑκάστην ἡμέραν.» Οὐδεπώποτε γὰρ ἀπολείψομαι τοῦ μὴ ἀποδιδόναι τὰς ἐμὰς ἐπαγγελίας, ὥσπερ ὀφειλὰς διηνεκεῖς καὶ ἐμοὶ σωτηρίους. Ταύτας γὰρ διατελέσω καὶ εἰς τὸν ἄπειρον αἰῶνα ἀποδιδούς. Οὐδὲ γὰρ ἀργὸς καὶ ἄπρακτος ἔσομαι κατ' ἐκείνην τὴν αἰώνιον ζωὴν, τὴν δὲ πρέπουσαν καὶ ὀφειλομένην ἀποδιδοὺς τῷ Θεῷ κἀκεῖ πρᾶξιν διατελέσω. Αὕτη δέ ἐστιν ἡ ὀφειλομένη καὶ αὐτῷ πρέπουσα διηνεκὴς εὐχαριστία. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ Ι∆ΙΘΟΥΜ ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ ΞΑʹ. «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ' αὐτῷ γὰρ τὸ Σωτήριόν μου.» Ὁ μὲν προκείμενος ψαλμὸς εἴρηται μὲν τῷ ∆αυῒδ, πρόκειται δὲ τῇ ἐπιγραφῇ, «ὑπὲρ Ἰδιθούμ·» διδάσκοντος ἡμᾶς τοῦ λόγου, ὡς ἄρα ὁ ∆αυῒδ, ὑπὲρ τοῦ Ἰδιθοὺμ συντάξας τὸν ψαλμὸν, παρέδωκεν αὐτῷ μελετᾷν, καὶ ἀντὶ ἐπῳδῆς χρῆσθαι εἰς θεραπείαν, συμφορᾶς