197
τινος ἐπισυμβάσης αὐτῷ. Καὶ ὁ λʹ δὲ καὶ ηʹ ἐπεγέγραπτο, «Εἰς τὸ τέλος, τῷ Ἰδιθοὺμ, ᾠδὴ τοῦ ∆αυΐδ·» ἐν ᾧ καὶ αὐτῷ ὁμοίως διδασκαλίαν παρεδίδου ὁ ∆αυῒδ τῷ Ἰδιθοὺμ διὰ τὴν αὐτὴν, οἶμαι, κατάστασιν. Ἐνταῦθα μὲν γὰρ λέλεκται· «Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. Ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον, φονεύεσθε πάντες ὑμεῖς;» ἐν δὲ τῷ ληʹ· «Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη·» καὶ πάλιν· «Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με· ὄνειδος ἄφρονι ἔδωκάς με.» Καὶ θέα τίνα τρόπον ἐμφαίνει δι' ἀμφοτέρων ἐν πειρασμῷ τινι ἐξητάσθαι καὶ δεινὰ πεπονθέναι· διὸ ταύτας προσίετο τὰς φωνάς. Καὶ ἐν μὲν τῷ μετὰ χεῖρας ψαλμῷ προϊών φησι· «Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό·» καὶ ἐν ἐκείνῳ δὲ ὁμοίως εἴρητο· «Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· καὶ πάλιν· «Πλὴν μάτην πᾶς ἄνθρωπος·» ἅπερ οὐδὲν ἂν διαφέροι τοῦ· «Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.» Ἔτι πρὸς τούτοις ἐν τῷ ληʹ εὕροις ἂν εἰρημένον τό· «Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. Πλὴν μάτην ταράσσονται. Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.» Σύμφωνα δὲ τούτοις εἴη ἂν καὶ τὰ μετὰ χεῖρας λεγόμενα ἐν τούτοις· «Μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν, καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε τῇ καρδίᾳ.» Καὶ σὺ δ' ἂν, ἐπὶ σχολῆς ἐκ παραλλήλου τὰς ἐν ἀμφοτέροις τοῖς δηλωθεῖσι ψαλμοῖς ἐγκειμένας λέξεις παραθεὶς ἀλλήλαις, εὕροις ἂν μιᾶς καὶ τῆς 23.588 αὐτῆς ἐχομένας διανοίας. Ὁ τοίνυν ∆αυῒδ ἔοικε τῷ Ἰδιθοὺμ πειρασμῷ τινι πεπτωκότι, τάχα που καὶ ὀλισθήματι, διδασκαλίαν θεραπευτικὴν παραδεδωκέναι· ὅπως ἂν λάβοι ἑαυτὸν, καὶ ἀνακτήσοιτο τοῦ συμβάντος αὐτῷ πταίσματος. Ἐδίδασκε γοῦν αὐτὸν ἐν μὲν τῷ ληʹ ἑαυτῷ παραινεῖν, καὶ πρὸς ἑαυτὸν διαλέγεσθαι καὶ λέγειν· «Εἶπα· Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. Ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐνώπιόν μου. Ἐκωφώθην, καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη,» καὶ τὰ τούτοις ἑξῆς. Ἐν οἷς ἦν καὶ τὸ, «Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με· ὄνειδος ἄφρονι ἔδωκάς με. Ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας·» καὶ πάλιν· «Ἀπόστητον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου. Ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον.» Ταῦτα καὶ τὰ τοιαῦτα ἐδιδάσκετο λέγειν καὶ τῷ Θεῷ τοιαύτας εὐχὰς ἀναπέμπειν ὁ Ἰδιθοὺμ ἐν ἐκείνῳ· καὶ ἐν τῷ μετὰ χεῖρας δὲ ὡσαύτως τὸν αὐτὸν ἄνδρα ὁ ∆αυῒδ διδάσκει ἑαυτῷ προσδιαλέγεσθαι καὶ λέγειν· «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ' αὐτοῦ γὰρ τὸ σωτήριόν μου.» Σημαίνει σεσαλεῦσθαι αὐτὸν, καί τινα ταραχὴν τῇ ψυχῇ πεπονθέναι. Ἐπεὶ τοίνυν, τῶν πειραζόντων ἐπιθεμένων αὐτῷ, γέγονέ τις αὐτῷ ἀτονία, ᾔσθετό τε ἑαυτοῦ οὐ κατὰ τὸν εἰρηκότα· «Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες,» ἀλλὰ καὶ ἀληθῶς σαλευθέντος· ἀναγκαίως διδάσκεται λέγειν· «Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον·» ἢ κατὰ τὸν Ἀκύλαν· «Σφαλήσομαι πολλήν·» καὶ κατὰ τὴν πέμπτην δὲ ἔκδοσιν εἴρηται· «Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.» Σύμφωνος δ' ἂν εἴη ὁ νοῦς τῆς προκειμένης διδασκαλίας τῇ φασκούσῃ προφητείᾳ· «Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας·» καὶ τῷ, «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, καὶ ὁ ἀποστρέφων οὐκ ἀναστρέφει; Ἵνα τί ἀποστρέφεται ἀποστροφὴν ἀναιδῆ, λέγει Κύριος;» Πάντα γὰρ ταῦτα διδάσκει τὸν ἅπαξ ἡμαρτηκότα μὴ παραμένειν τῷ ἁμαρτήματι, μηδὲ ἀπογινώσκειν ἑαυτὸν, μηδὲ ἔκδοτον παρέχειν τῷ τοῦ πειρατηρίου ῥεύματι. ∆ιὸ ἀναγκαίως διδάσκεται ὁ Ἰδιθοὺμ ἐπᾴδειν ἑαυτῷ, καὶ τὰ προκείμενα λέγειν· καὶ πρῶτον μὲν ἐπὶ τὸν μέγαν Σωτῆρα καὶ τῶν ψυχῶν ἰατρὸν καταφεύγειν· ἔπειτα ὑποτάττειν τὴν ἑαυτοῦ ψυχὴν, μηκέτι ἀνθρώποις, μηδὲ τοῖς ἐκφοβοῦσιν· ἕνα δὲ μόνον