198
πρὸ ὀφθαλμῶν θέμενον τὸν μέγαν κριτήν τε καὶ Θεὸν, αὐτῷ μόνῳ τὴν ἑαυτοῦ ψυχὴν ὑποτάττειν, ἐλευθεροῦν τε αὐτὴν παντὸς ἀλλοτρίου φόβου. ∆ιό φησιν· «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;» καὶ τὰ ἑξῆς. Πάλιν δὲ κἀνταῦθα τὸ σωτήριον Ἑβραϊκῇ φωνῇ διὰ τῶν αὐτῶν στοιχείων, δι' ὧν γράφεται τὸ τοῦ σωτηρίου ἡμῶν Ἰησοῦ ὄνομα, φέρεται. Εὐλόγως δέ τις ζητήσειε τούτοις ἐντυγχάνων· Τί δήποτε μόνων δύο ὄντων τῶν «ὑπὲρ τοῦ Ἰδιθοὺμ,» ἢ «περὶ τοῦ Ἰδιθοὺμ» κατὰ τὸν Ἀκύλαν εἰρημένων, οὔτ' ἐφεξῆς ἀλλήλοις κεῖνται ἀμφότεροι, μακρὰν δ' ἀπεσχοινισμένοι τυγχάνουσι. Τὴν δὲ τούτων αἰτίαν ἐν 23.589 τοῖς εἰρημένοις ἡμῖν εἰς τὸν ληʹ, γραμματικαῖς ἀποδείξεσι παρεστήσαμεν. Ἀλλὰ καὶ τίς ἦν ὁ Ἰδιθοὺμ, ἤδη πρότερον ἐν αὐτῷ ἐκείνῳ δεδηλώκαμεν, τὴν ἀπὸ τῶν Παραλειπομένων ἱστορίαν παραθέμενοι· δι' ἧς ἐδείκνυτο εἷς τῶν ἐκλελεγμένων εἰς τὸ αἰνεῖν τὸν Θεὸν γεγονώς. Γέγραπται γοῦν· «Καὶ κατέλειπον ἐκεῖ ἐναντίον τῆς κιβωτοῦ τῆς ∆ιαθήκης Κυρίου τὸν Ἀσὰφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λειτουργοὺς ἐναντίον τῆς κιβωτοῦ.» Καὶ ἑξῆς εἴρηται· «Αἰμὰν καὶ Ἰδιθοὺμ, καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ' ὀνόματος τοῦ αἰνεῖν τὸν Κύριον, ὅτι εἰς αἰῶνα τὸ ἔλεος αὐτοῦ·» καὶ πάλιν· «Μετ' αὐτῶν Αἰμὰν καὶ Ἰδιθοὺμ, σάλπιγγές τε καὶ κύμβαλα τοῦ ἀναφωνεῖν, καὶ ὄργανα τῶν ᾠδῶν τοῦ Θεοῦ, υἱοὶ Ἰδιθοὺμ εἰς τὴν πύλην·» καὶ αὖθις· «Καὶ ἔστησεν ὁ βασιλεὺς ∆αυῒδ καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ καὶ Αἰμὰν, καὶ Ἰδιθοὺμ, τοὺς ἀποφθεγγομένους ἐν κινύρᾳ καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις.» Ἀντὶ δὲ τοῦ, «τοὺς ἀποφθεγγομένους,» ὁ μὲν Ἀκύλας, «τῶν προφητῶν,» ὁ δὲ Σύμμαχος, «τῶν προφητευσάντων διὰ λύρας,» ἐξέδωκεν· ὥστε προφήτας χρὴ νομίζειν γεγονέναι τοὺς δηλουμένους. Καὶ αὖθις ἑξῆς εἴρηται τῷ Ἰδιθούμ· «Υἱοὶ Ἰδιθοὺμ, Γοδολείας καὶ Σουρεὶ καὶ Αἰείας, καὶ Σεδείας, καὶ Ματθίας, ἓξ μετὰ τὸν πατέρα αὐτῶν Ἰδιθοὺμ ἐν κινύραις ἀνακρουόμενοι.» Ἀντὶ δὲ τοῦ, «ἐν κινύραις ἀνακρουόμενοι,» πάλιν ὁ Ἀκύλας, «κιθάρᾳ προφητεύων·» ὁ δὲ Σύμμαχος, «διὰ λύρας τοῦ προφητεύοντος,» ἐξέδωκεν. Οὐκοῦν καὶ ὁ Ἰδιθοὺμ εἷς ἦν τῶν προφητευόντων διὰ λύρας· διὸ καὶ εἰκότως εἴποι ἄν τις, ἐντεῦθεν ὁρμώμενος, μὴ τὸν ∆αυῒδ συντάξαι τὸν ψαλμὸν, καὶ δεδωκέναι τῷ Ἰδιθοὺμ, μηδὲ τὸν Ἰδιθοὺμ ὑποπεπτωκέναι τῷ πειρασμῷ, καὶ θεραπείας δεδεῆσθαι τῆς παρὰ τοῦ ∆αυΐδ. Μηδὲ γὰρ τὴν Γραφὴν ὑπαίτιόν που τὸν Ἰδιθοὺμ εἰσάγειν· ἀλλ' ἔμπαλιν μᾶλλον τὸν ∆αυῒδ πειρασμῷ περιπεπτωκέναι διδάσκειν. ∆ιὸ καὶ φῆσαι ἂν εἰκότως, προφήτην ὄντα τὸν Ἰδιθοὺμ, τοὺς ἐν ἀμφοτέροις τοῖς προδηλωθεῖσι ψαλμοῖς λόγους συντάξαι, καὶ τῷ ∆αυῒδ παραδεδωκέναι, ὡς ἂν ὠφελοῖτο καὶ θεραπεύοιτο ἐξ αὐτῶν ἐπὶ τοῖς αὐτῷ συμβεβηκόσι. ∆οκεῖ δέ πως ταύτῃ τῇ διανοίᾳ συμβάλλεσθαι καὶ ὁ Σύμμαχος, τὴν προγραφὴν τοῦτον ἑρμηνεύσας τὸν τρόπον· «Ἐπινίκιος διὰ Ἰδιθοὺμ ᾠδὴ εἰς ∆αυΐδ.» Καὶ μήποτε μετὰ τὸ σφάλμα τὸ ἐπισυμβὰν τῷ ∆αυῒδ ἐπὶ τῇ τοῦ Οὐρίου γυναικὶ, μηκέτι οἵου τε αὐτοῦ κατὰ τὸ παλαιὸν προφητεύειν, πολλῶν δὲ πειρασμῶν ἐπανισταμένων αὐτῷ καὶ συμφορῶν ἐπαλλήλων, ὁ Ἰδιθοὺμ, Πνεύματι ἁγίῳ συντάξας τοὺς προκειμένους λόγους, ὥσπερ τινὰ φάρμακα ψυχῆς θεραπευτικὰ ἐπιδίδωσιν αὐτῷ, εἰς τὸ παραμυθεῖσθαι ἐκ τῆς ἐν αὐτοῖς διδασκαλίας; Καὶ δὴ δυσὶν ἐκδοχαῖς ἐπιβάλλοντες εἰς τὰ προκείμενα τοῖς ἐντυγχάνουσι, θατέρας αὐτῶν τὴν αἵρεσιν καταλείψομεν. «Ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον, φονεύετε πάντες ὑμεῖς; ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ.» Ἐμφαίνει διὰ τούτων μὴ ἕνα μόνον πειρασμὸν ὑπομεμενηκέναι ὁ ∆αυῒδ, μηδ' ὥσπερ μίαν πληγὴν εἰληφέναι ὑπὸ τῶν ἀντιπάλων· ὡς δὲ ἐπὶ μακρῷ χρόνῳ τυπτόμενος, καὶ καρτερῶς ὑπομένων τὰς ἐπαγομέ23.592 νας αὐτῷ πληγὰς, φάσκειν τοῖς τύπτουσιν· «Ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον;» ἢ κατὰ τὸν Ἀκύλαν· «Ἕως τίνος ἐπιβουλεύετε;» ἢ κατὰ τὸν Σύμμαχον· «Ἕως τίνος ματαιοπονήσετε;» Εἶτα τὴν