199
προαίρεσιν τῶν ἐπιβουλευόντων αὐτῷ διελέγχων φησί· «Φονεύετε πάντες ὑμεῖς.» Φονευταὶ γάρ ἐστε, φησί· καὶ οὐχ ὥσπερ ἀνταγωνισταὶ πρὸς ἀθλητὴν ἱστάμενοι μέχρι γυμνασίου ποιεῖσθαι τὴν ἅμιλλαν· ἀλλὰ φονικῇ προαιρέσει ἐπιτίθεσθέ μοι, καὶ ἐπιτίθεσθε ὡς ἀβοηθήτῳ, καὶ ὡς ἤδη κεκλιμένῳ τοίχῳ καὶ φραγμῷ ὠσμένῳ. Ὡς γὰρ μηδενὸς περιφράττοντος μηδὲ περιτειχίζοντος καὶ τὴν ἐμὴν φρουροῦντος ψυχὴν, οὕτως ἐπιτίθεσθε. Ἕως οὖν πότε ταῦτα ματαιοπονήσετε, καὶ οὐχὶ παύσεσθε λοιπὸν, γνόντες, ὅτι εὗρον τὴν ἐμαυτοῦ φυλακὴν, καὶ τὸν ἐμαυτοῦ φρουρὸν καὶ Σωτῆρα; ∆ιὸ ἐθάρσησα φάναι· «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ' αὐτοῦ γὰρ τὸ σωτήριόν μου. Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν δίψει· τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. ∆ιάψαλμα.» Τὰ μὲν πρῶτα αὐτὸς ἑαυτῷ ἤτοι ∆αυῒδ, ἢ Ἰδιθοὺμ διείλεκται· τὰ δὲ δεύτερα πρὸς τοὺς ἐχθροὺς ἀπετείνατο· τὰ δὲ τρίτα διὰ τῶν προκειμένων ἡμᾶς διδάσκει, τίποτε βουλευόμενοι οἱ ἐπιβουλεύοντες αὐτῷ τὴν ἐπιβουλὴν κατεσκεύαζον. ∆ιό φησι· «Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι.» Ἡ γὰρ πᾶσα σκέψις αὐτῶν καὶ ἡ βουλὴ οὐδὲν ἕτερον, φησὶν, ἢ καταβαλεῖν με τῆς παρὰ τῷ Θεῷ τιμῆς, καὶ γυμνῶσαι τῆς δόξης ἧς εἶχον πρότερον ἐσπούδαζον. Εἶτα βουλευσάμενοι ταύτην μου τὴν τιμὴν περιελεῖν, ἔδραμον ἐν δίψει τὴν ἐμὴν ἀπώλειαν θεάσασθαι διψῶντες. Ἀντὶ δὲ τοῦ, «ἐν δίψει, ἐν διαψεύσματι,» ὁ Ἀκύλας· ὁ δὲ Σύμμαχος, «ἐν ψεύσματι·» ἡ δὲ πέμπτη ἔκδοσις, «ἐν ψεύδει·» καὶ πάλιν ἑτέρα ἔκδοσις, «ἐν δόλῳ,» ἡρμήνευσαν. Εἰκὸς οὖν καὶ ἐν τῇ καθ' ἡμᾶς ἀναγνώσει κεῖσθαι μὲν πρότερον τὸ, «ἐν ψεύδει,» ἵν' ᾖ τὸ λεγόμενον· «Ἔδραμον ἐν ψεύδει·» τουτέστιν οἱ ἐχθροί μου καὶ οἱ ἐπιβουλεύοντες, οὐ σὺν ἀληθείᾳ τὸν κατ' ἐμοῦ δρόμον καὶ τὴν κατ' ἐμοῦ σπουδὴν ἐποιοῦντο, ὅλους δὲ αὐτοὺς τῷ ψεύδει παραδόντες· σφάλμα δὲ γραφικὸν γεγονέναι ἐν τοῖς μετὰ ταῦτα συνέβη χρόνοις, ὥστε ἀντὶ τοῦ, «ἐν ψεύδει, ἐν δίψει» γραφῆναι. Πῶς δὲ ψευδόμενοι οἱ ἐπιβουλεύοντες ἔδραμον, διερμηνεύει λέγων ἑξῆς· «Τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο.» Ἀπατῶντες γὰρ, λόγοις γλυκέσιν ἐχρῶντο πρὸς τὸ καθελκῦσαί με καὶ καταβαλεῖν τῆς παρὰ τῷ Θεῷ στάσεως· διὸ εὐλογεῖν ἐδόκουν καὶ ἐπαινεῖν με, καὶ ἀποδέχεσθαι εἰς πρόσωπον· τὰ δὲ τῆς διανοίας αὐτῶν πεπλήρωτο καταρῶν, δι' ὧν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, καὶ κατάρᾳ με ὑποβαλεῖν. ∆ιδασκόμεθα δὲ διὰ τούτων ὅτι δὴ πάντες οἱ τοῖς τοῦ Θεοῦ ἀνθρώποις ἐπιβουλεύοντες οὐδὲν ἕτερον σπουδάζουσιν ἢ τῆς παρὰ τῷ Θεῷ τιμῆς γυμνῶσαι αὐτούς. «Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου, ὅτι παρ' αὐτοῦ ἡ ὑπομονή μου. Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ μεταναστεύσω.» 23.593 Ἀρχόμενος μὲν ἔλεγεν· «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;» ὥσπερ ἐνδυάζων ἔτι· ἐνταῦθα δὲ ἀποφατικῶς, βεβαιωθεὶς ἐκ τῶν εἰρημένων, τῇ ἑαυτοῦ ψυχῇ ἐπιθαρσῶν παρακελεύεται· διό φησι πρὸς αὐτήν· «Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου.» Καὶ ἀνωτέρω μὲν ἔλεγε· «Παρ' αὐτοῦ γὰρ τὸ σωτήριόν μου·» ἐνταῦθα δέ· «Ὅτι παρ' αὐτοῦ ἡ ὑπομονή μου.» Ὅμοιον δ' ἂν εἴη τοῦτο τῷ φήσαντι· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με.» Οὐ γὰρ παρ' ἐμαυτοῦ κέκτημαι τὴν ἰσχὺν, ἀλλὰ παρὰ τοῦ ἐνδυναμοῦντός με· καὶ ἐνταῦθα, «Ἡ ὑπομονή μου» οὐκ ἐξ ἐμῆς, φησὶν, ἀρετῆς καὶ δυνάμεως συνέστηκεν, ἀλλὰ παρὰ τῆς αὐτοῦ χάριτος· «Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου·» διόπερ ὡς Θεός μου καὶ Σωτήρ μου παρέχει μοι τὴν ὑπομονήν. Εἶτ' ἀνωτέρω μὲν ἔχεις τὸ, «Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ μεταναστεύσω·» ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον, «οὐ σφαλήσομαι.» Πολλὴ δὲ διαφορὰ τοῦ φάσκοντος, «οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον,» καὶ τοῦ λέγοντος, «οὐ