200
σφαλήσομαι,» καὶ, «οὐ μεταναστεύσω.» Τὸ μὲν γὰρ ἐδήλου σαλεύεσθαι μὲν, ἀλλ' οὐκ ἐπὶ πλεῖον· ἐνταῦθα δὲ ἄρνησίς ἐστι παντελὴς τοῦ πταίσματος. «Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου, Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ Θεῷ.» Καὶ ἐνταῦθα τὸ «Σωτήριον» ὁ Ἰησοῦς τῇ Ἑβραϊκῇ φωνῇ ὠνόμασται, καὶ τοῖς χαρακτῆρσι τοῖς αὐτοῖς ἐγγέγραπται. Ὥσπερ δὲ ὁ θεῖος Ἀπόστολος περὶ τοῦ Σωτῆρος ἡμῶν λέγων ἔγραφε· «∆ικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ· ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι·» καὶ πάλιν· «Ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Θεὸν, Ἰησοῦν Χριστὸν δίκαιον· καὶ αὐτός ἐστιν ἱλασμὸς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν·» τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα λέλεκται· Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου, καὶ ἡ βοήθειά μου καὶ ἡ ἐλπίς μου. Ὡς εἰ λευκότερον τὸ σημαινόμενον ἀπὸ τῆς Ἑβραϊκῆς φωνῆς τέθειτο ἐν τῇ ἑρμηνείᾳ, οὕτως ἂν περιεῖχεν· Ἰησοῦς τὸ σωτήριόν μου ἐν τῷ Θεῷ τυγχάνων, καὶ ἐν τοῖς κόλποις τοῦ Πατρὸς, αὐτός ἐστιν ἡ δόξα μου καὶ ὁ φύλαξ μου, καὶ ὁ Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἡ ἐν τῷ Θεῷ. Ταῦτα γὰρ πάντα ὁ τοῦ Θεοῦ Λόγος ἐστὶ τοῖς εἰς αὐτὸν ἐλπίζουσι. ∆ιὸ καὶ κατὰ τὸν Ἀκύλαν εἴρηται· «Ἐπὶ Θεῷ σωτήριόν μου καὶ δόξα μου, στερεὸς κράτους μου, ἐλπίς μου ἐν Θεῷ. Ἐλπίσατε ἐπ' αὐτὸν, πᾶσα συναγωγὴ λαῶν· ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν. Ὁ Θεὸς βοηθὸς ἡμῶν. ∆ιάψαλμα.» Μνημονεύσας τοῦ Σωτηρίου, συνεῖδεν, ὅτι οὐ μόνον αὐτοῦ θεραπευτικὸν ἔσται, κοινὸν δὲ γενήσεται ἀγαθόν· διὸ ἐπ' αὐτὸ συγκαλεῖ τοὺς πάντας, φιλαυτίαν μὲν ἐκτρεπόμενος, φιλανθρωπίαν δὲ καὶ τὴν πρὸς τοὺς πέλας ἀγάπην ἐνδεικνύμενος. Προσκαλεῖται τοίνυν ὡς ἐπὶ σωτήριον λιμένα φάσκων· «Ἐλπίσατε ἐπ' αὐτὸν, πᾶσα συναγωγὴ λαῶν·» ἢ κατὰ τὸν Ἀκύλαν, «Ἀμεριμνᾶτε ἐν αὐτῷ ἐν παντὶ καιρῷ, λαός.» Ἀμεριμνῶντας δὲ ἐν αὐτῷ καὶ ἐλπίζοντας, ἐξαπλοῦν προσήκει τοὺς λογισμοὺς 23.596 καὶ τῆς ψυχῆς ἀπογυμνοῦν αὐτῷ ὥσπερ ἰατρῷ τὰ πάθη. ∆ιὸ ἐπιλέγει· «Ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν. Ὁ Θεὸς βοηθὸς ἡμῶν.» Ἔχοντες γὰρ, φησὶ, βοηθὸν, μηδὲν ὑποστέλλεσθε, μηδέ τι ἐν ταῖς διανοίαις ὑμῶν ὑποκρύπτετε, ἀναπετάσαντες δὲ τὰ ταμιεῖα τῆς ψυχῆς, τοὺς ἐν αὐτῇ κρυπτομένους λογισμοὺς ἀνακαλύπτετε, ὡς ἂν μόνῳ ἀγαθῷ καὶ δυνατῷ τὰ πάντα ἰᾶσθαι ἑαυτοὺς ἐμπιστεύοντες. «Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγῷ, τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.» Καὶ ἐν τῷ ληʹ ἐλέγετο· «Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν.» Καὶ πάλιν· «Πλὴν μάτην ταράσσονται·» καὶ, «Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος.» Κἀνταῦθα συμφώνως ἐκείνοις λέλεκται τὰ προκείμενα· δι' ὧν διδασκόμεθα ἐπὶ μόνον τὸν Σωτῆρα ἐλπίζειν, κἀκεῖνον βοηθὸν ἐπιγράφεσθαι· ἐπειδὴ πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων, κἂν ἄρχοντες εἶναι δοκοῖεν, κἂν πολλὰ δυνάμενοι κατὰ τὸν βίον, μάταιοι· ἢ κατὰ τὸν Σύμμαχον, «ἀτμὸς,» μετ' ὀλίγον ἐσόμενοι «ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.» Ἐντεῦθεν ὁ Σολομὼν ὠφεληθεὶς τὸν πατέρα, «Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης,» καὶ ὅσα τοιαῦτα ἔγραφε. Ψευδεῖς δέ εἰσι κατὰ δύο τρόπους οἱ υἱοὶ τῶν ἀνθρώπων· καθ' ἕνα μὲν ψευδολογοῦντες καὶ μακρὰν τῆς ἀληθείας ἀπεῤῥιμμένοι· κατὰ θάτερον δὲ ἀπάταις καὶ ψευδολογίαις πλανῶντες τοὺς πιστεύοντας αὐτοῖς. ∆ιὸ οὐ προσήκει τοῖς τοιούτοις ἑαυτοὺς ἐκδιδόναι· ψεύδεσθαι γὰρ εἰώθασι, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια· ἀλλὰ καὶ ζυγοὶ τῆς αὐτῶν ψυχῆς οὐδὲν δίκαιον οὐδὲ ἰσόῤῥοπον περιέχουσιν· ἑτεροκλινεῖς δὲ ὄντες, τἀναντία τῷ δικαίῳ πράττουσι. Τούτοις οὖν τοῖς ἀδίκοις αὐτῶν ζυγοῖς τὴν ματαιότητα περιέπουσι, τὴν ἀλήθειαν καὶ τὸν ταύτης Θεὸν ἀποστρεφόμενοι· διὸ οὐ προσήκει αὐτοῖς ἐμπιστεύειν· μόνον δὲ τὸν λεχθέντα Σωτῆρα βοηθὸν ἐπιγράφεσθαι. «Μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν, καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε·