201
πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ.» Καὶ ἐν τῷ ληʹ συγγενῶς τούτοις ἐλέγετο· «Πλὴν μάτην ταράσσονται. Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.» Ἐπεὶ τοίνυν ὁ θησαυρίζων ἐπὶ τῆς γῆς, καὶ πολλὰ χρήματα συνάγων, εἰς μάταιον συνάγει· οὔτε γὰρ ἐξ ἅπαντος αὐτὸς αὐτῶν ἀπολαύσει, πταρμοῦ τάχιον τοῦ βίου μεθιστάμενος, οὔτε ὁποῖον ἕξει διάδοχον ἀκριβῶς πέπεισται· τί καὶ θορυβεῖται μάτην; Πολλοὶ γοῦν ἢ καὶ σχεδὸν οἱ πάντες σφᾶς αὐτοὺς ἠπάτησαν, υἱοῖς μὲν καὶ φιλτάτοις τὸν αὐτῶν πλοῦτον καταλιπεῖν προσδοκήσαντες, ἀγνοήσαντες δὲ τὸ μέλλον καὶ ἀστοχήσαντες τοῦ σκοποῦ. Μάτην οὖν ταράττονται ἀληθῶς θησαυρίζοντες, καὶ οὐ γινώσκοντες τίς συνάξει αὐτά. ∆ιὸ προσήκει μὴ ἐλπίζειν ἐπὶ ἀδικίαν καὶ τὰ ἐξ ἀδικίας ποριζόμενα. μηδὲ πλοῦτος ἐὰν ῥέῃ ποταμηδὸν φερόμενος, ἐπαίρεσθαι. Εἰ δὲ προσήκει καὶ διὰ πλούτου ποτὲ ἀγαθήν τινα πορίζεσθαι ἐλπίδα, δικαίῳ χρησάμενοι πλούτῳ τῷ ἐκ Θεοῦ πολλάκις παρεχομένῳ· καὶ ζυγοῖς ὀρθοῖς καὶ ἰσοστασίοις, δεξιαῖς, ὦ οὗτοι, χρήσασθε πράξεσι, 23.597 θησαυρίζοντες ἑαυτοῖς θησαυροὺς ἐν οὐρανοῖς, καὶ σπείροντες ἐν εὐλογίαις κατὰ τὸ λελεγμένον· «Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.» Αὕτη γὰρ μόνη ἐλπὶς ἀγαθή· ἄλλως δὲ προσήκει μὴ ἐλπίζειν ἐπὶ ἀδικίαν, μηδὲ ἐπὶ τοῖς ἐξ ἁρπαγῆς καὶ πλεονεξίας συναγομένοις χρήμασι μέγα φρονεῖν· ἀλλὰ καὶ εἰ συμβαίη ποτὲ εὐροεῖν ἡμῖν τὰ πράγματα, καὶ ἀκωλύτως φέρεσθαι πανταχόθεν τὸν πλοῦτον ποταμοῦ δίκην ῥέοντα, καὶ ὅθεν οὐκ ἄν τις ἀδικήσειε, φορᾷ τινι ἀδοκήτῳ φερόμενον, μὴ πάντως ἐκ Θεοῦ τοῦτο γίνεσθαι καὶ νόμιζε, μηδὲ μακάριζε σεαυτὸν ἀπατώμενος τῇ διανοίᾳ καὶ προστιθέμενος ὡς ἀγαθῷ τῷ πλούτῳ. Γίνωσκε δὲ, ὅτι ῥευστῆς ὢν φύσεως, ὥσπερ ῥέων φέρεται, οὕτω καὶ ἀποῤῥεῖ· οὐδὲν δὲ βέβαιον οὐδὲ στεῤῥὸν καὶ ἀσφαλὲς κεκτημένος. Θαυμαστῶς δὲ τῷ τῆς ῥοῆς ὀνόματι κέχρηται, «Πλοῦτος ἐὰν ῥέῃ,» φήσας· κατὰ δὲ τὸν Σύμμαχον· «Πλοῦτος, φησὶν, ἐὰν καρποφορῇ, μὴ τάσσετε τὴν καρδίαν.» Ἀλλ' ἐπὶ τίνα δεῖ τάσσειν τὴν καρδίαν καὶ τίνι προστίθεσθαι, εἴρηται πολλάκις ἐν τῷ, «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;» καὶ πάλιν· «Πλὴν τῷ Θεῷ ὑποτάγηθι ἡ ψυχή μου· αὐτὸς γὰρ Θεός μου καὶ Σωτήρ μου καὶ ἀντιλήπτωρ μου·» καὶ, «Ἐλπίσατε ἐπ' αὐτὸν, πᾶσα συναγωγὴ λαοῦ.» Οὐκοῦν, ἔχοντες τὸν μέγαν πλοῦτον καὶ τὸν ἀληθινὸν θησαυρὸν, μὴ ἐλπίσωμεν ἐπὶ τῷ ματαίῳ καὶ ῥευστῷ καὶ ἀδίκῳ πλούτῳ· μάταιοι γὰρ ἀληθῶς πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων οἱ ἐπὶ τούτῳ πεποιθότες. «Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα· ὅτι τὸ κράτος τοῦ Θεοῦ, καὶ σοὶ, Κύριε, τὸ ἔλεος· ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Τοσαῦτα προπαιδεύσας ὁ λόγος, ἀκολούθως τῆς τοῦ Θεοῦ δικαιοκρισίας ὑπομιμνήσκει· ὡς ἂν, ταύτην πρὸ ὀφθαλμῶν θέμενοι, μήτε τῇ ἀδικίᾳ μήτε τοῖς ἁρπάγμασι, μήτε τῷ προσκαίρῳ καὶ τυφλῷ πλούτῳ ἑαυτοὺς ἐπιδίδωμεν. Οὐ γὰρ ἅπαξ μόνον περὶ τῆς κρίσεως ὁ Θεὸς διεστείλατο, ἀλλὰ καὶ δεύτερον. Καὶ ταῦτα, φησὶν, αὐτὸς ἐγὼ ἤκουσα ἀκριβῶς, τὸν νοῦν ἐπιστήσας τοῖς δυσὶ τούτοις παραγγέλμασιν. Ἅπαξ γὰρ ἐλάλησεν ὁ Θεὸς, ἀλλ' ἐγὼ δύο ταῦτα ἤκουσα· ἐλάλησε γὰρ καὶ διὰ προφητῶν, ἐλάλησε καὶ διὰ ἀποστόλων· καὶ τὸν ἕνα λόγον τὸν ἅπαξ ὑπὸ τοῦ Θεοῦ ὁρισθέντα καὶ διὰ παλαιᾶς ∆ιαθήκης καὶ διὰ τῆς καινῆς ἤκουσα. Τίς δὲ ἦν οὗτος, ἀλλ' «Ὅτι τὸ κράτος τοῦ Θεοῦ καὶ σοὶ, Κύριε, τὸ ἔλεος,» καὶ, «Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ;» Ἔλεος δὲ, φησὶ, καὶ κράτος· τὸ μὲν κράτος πρὸς τὸ τιμωρεῖσθαι καὶ ταπεινοῦν τοὺς ἀφηνιῶντας, τὸ δὲ ἔλεος πρὸς τὸ σώζειν τοὺς εἰς αὐτὸν ἠλπικότας. «Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν,» φησὶν ὁ Ἀπόστολος· ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν διὰ τοῦ κράτους, ἐπὶ δὲ σὲ χρηστότης διὰ τοῦ ἐλέους. Ταῦτ' εἰπὼν, ἄνω τὸ πρόσωπον ἀνατείνας, προσφθέγγεται τῷ Θεῷ λέγων· «Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Καὶ ὁ Ἀκύλας δὲ τὰ προκείμενα τοῦτον ἡρμήνευσε τὸν