202
τρόπον· «Ἐλάλησεν ὁ Θεὸς, καὶ δεύτερον ἐπήκουσα· ὅτι ἡ ἰσχὺς τοῦ 23.600 Θεοῦ, καὶ σοὶ, ∆έσποτα, τὸ ἔλεος. Σὺ δὲ ἀπόδος κατὰ ἄνδρα ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ ΕΝ ΤΩ ΕΙΝΑΙ ΑΥΤΟΝ ΕΝ ΤΗ ΕΡΗΜΩ ΤΗΣ ΙΟΥ∆ΑΙΑΣ ΞΒʹ «Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.» Φεύγων ὁ ∆αυῒδ παραγίνεται πρὸς Ἀχιμέλεχ τὸν ἱερέα· ἔνθεν πρὸς Ἀχοῦς τὸν βασιλέα Γὲθ, κἀκεῖθεν εἰς Μάσσηφα τῆς Μωάβ. Συνὼν δὲ αὐτῷ Γὰδ ὁ προφήτης, παραινεῖ μὴ ποιεῖσθαι παρὰ τοῖς ἀλλοφύλοις τὰς διατριβάς. ∆ιὸ μεταστὰς ἐντεῦθεν, τὴν ἐρημίαν τῆς Ἰουδαίας οἰκεῖ· ὅτε καὶ ἱστορεῖ λέγουσα ἡ Γραφή· «Καὶ ἐκάθισε ∆αυῒδ ἐν τῇ ἐρήμῳ Μασσενὲθ ἐν τοῖς στενοῖς· καὶ ἐκάθητο ἐν τῷ ὄρει ἐν τῇ ἐρήμῳ Ζείφ. Καὶ ἐζήτει αὐτὸν Σαοὺλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν Κύριος εἰς τὰς χεῖρας αὐτοῦ.» Ἐν τούτοις ὢν, τὸν προκείμενον ψαλμὸν συντάττει, τὸν καιρὸν διὰ τῆς προγραφῆς σημήνας. ∆ιὸ εἴρηται, «Ψαλμὸς τῷ ∆αυῒδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας.» Εὔλογον δὲ ἐνταῦθα γενομένους ἐπισημήνασθαι πάλιν, ὅτι μὴ κατὰ ἀκολουθίαν τῶν τῆς ἱστορίας χρόνων ἡ τῶν ψαλμῶν σύγκειται τάξις· ἐνήλλακται δὲ παρὰ πολὺ τοῖς χρόνοις. Αὐτίκα γοῦν ἡ μὲν ἱστορία πρώτην περιέχει τὴν διήγησιν καθ' ἣν ἀπέστειλε Σαοὺλ ἀγγέλους εἰς τὸν οἶκον ∆αυῒδ, τοῦ θανατῶσαι αὐτόν· ὅτι Μελχὸλ ἡ γυνὴ αὐτοῦ καθῆκεν αὐτὸν διὰ τῆς θυρίδος· ἡ δὲ τῶν ψαλμῶν γραφὴ ἐν τῷ νηʹ ταύτης μέμνηται τῆς πράξεως. Εἶθ' ἑξῆς ἡ μὲν Γραφὴ τῶν ἱστοριῶν διδάσκει, ὡς ἔρχεται ∆αυῒδ εἰς Νοβᾶ πρὸς Ἀχιμέλεχ τὸν ἱερέα· ἡ δὲ βίβλος τῶν Ψαλμῶν ταύτης μέμνηται τῆς. πράξεως ἐν τῷ λγʹ ψαλμῷ. Καὶ πάλιν ἡ μὲν γραφὴ τῶν Βασιλειῶν φησι· «Καὶ ἀπηλλάγη ∆αυῒδ ἐντεῦθεν, καὶ ἔρχεται, καὶ διεσώθη εἰς τὸ σπήλαιον τὸ Ὀδολλάμ·» ἡ δὲ βίβλος τῶν Ψαλμῶν ἐν τῷ νʹ μέμνηται τῆς τάξεως. Καὶ αὖθις μετὰ ταῦτα ἡ μὲν γραφὴ τῶν Βασιλειῶν τοῦ ∆ωὴκ μέμνηται, ὡς διαβέβληκε τῷ Σαοὺλ τὸν ἱερέα Ἀχιμέλεχ· ἡ δὲ βίβλος τῶν Ψαλμῶν ἐν τῷ ναʹ τοῦτον σημαίνει τὸν χρόνον. Γνοὺς δὲ ὁ ∆αυῒδ τὴν τοῦ ∆ωὴκ διαβολὴν, φεύγει καὶ παραγίνεται εἰς τὴν ἔρημον τῆς Ἰουδαίας, ὅτε καὶ συντάττει τὸν μετὰ χεῖρας ψαλμόν. Καὶ ἡ μὲν γραφὴ τῶν Βασιλειῶν μετὰ τὸν χρόνον τοῦ μετὰ χεῖρας ψαλμοῦ, λέγω δὲ τοῦ ξβʹ, πράξεών τινων μέμνηται, ὡς οἱ Ζιφαῖοι διαβάλλουσι τῷ Σαοὺλ τὸν ∆αυΐδ· ἡ δὲ βίβλος τῶν Ψαλμῶν τούτων μέμνηται ἐν τῷ νγʹ, ὃς ἐπιγράφεται, «Εἰς τὸ τέλος ἐν ὕμνοις, συνέσεως τῷ ∆αυῒδ, ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους, καὶ εἰπεῖν τῷ Σαούλ· Ἰδοὺ ∆αυῒδ κέκρυπται παρ' ἡμῖν. «Καὶ ὁ νεʹ ἐπιγέγραπται· «Ὅτε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ.» Τοῦτο δὲ ἡ τῶν Βασιλειῶν γραφὴ ἐν ὑστέροις τίθησι τῆς ἱστορίας. Ὁρᾷς ὅπως τὰ πρῶτα ὕστερα, καὶ τὰ ὕστερα πρῶτα τέτακται; ὡς εἰ κατὰ ἀκολουθίαν τῶν χρόνων τέθειτο, πρῶτος ἂν τέτακτο ὁ νηʹ, ἑξῆς τούτῳ ὁ λγʹ, καὶ τρίτος καὶ μετὰ τούτων ὁ νʹ, καὶ τούτοις τέταρτος ὁ ναʹ, εἶτ' ἀκολούθως πέμπτος ὁ ξβʹ, καὶ ἕκτος ὁ νγʹ, καὶ μετὰ πάντας τούτους ὁ νεʹ. Μετὰ δὲ τὸν θάνατον τοῦ Σαοὺλ πρῶτον ψάλλει τὸν 23.601 νθʹ, ἡνίκα ἐπάταξεν Ἰωὰβ τὴν φάραγγα τῶν Ἁλῶν, καὶ ὑποχειρίους εἷλε τοὺς Μωὰβ ιβʹ χιλιάδας. Τὸν δὲ νʹ· μετὰ ταῦτα, ὅτε ἦλθε πρὸς αὐτὸν Ναθὰν ὁ προφήτης, ἡνίκα καὶ εἰσῆλθε πρὸς Βηθσαβεέ. Εἶτα τὸν τρίτον συντάττει, ὅτε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ· καὶ μετὰ ταῦτα τὸν ζʹ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμινεί. Τίς οὖν οὐκ ἂν τὴν τούτων ζητήσειεν αἰτίαν; Οὐ γὰρ ἔχει λόγον τὸ μὴ διά τινας ἀναγκαίας ὑποθέσεις ταῦτα τοῦτον διατετάχθαι τὸν τρόπον. Ἄλλος μὲν οὖν τοὺς ἀριθμοὺς αὐτοὺς οἰήσεται ἔχειν τινὰ δύναμιν· διὸ καταλλήλως ἑκάστῳ ἀριθμῷ ἐφηρμόσθαι τὴν διάνοιαν τῶν ἐμφερομένων λόγων· οἷον ὡς ἐπὶ παραδείγματος ὁ νʹ ἀριθμὸς τὸν περὶ ἀφέσεως ἁμαρτημάτων λόγον