203
περιέχει διὰ τὴν ἐν τῷ νόμῳ φερομένην πεντηκονταετηρίδα, ἣν Ἰωβηλαῖον παῖδες Ἑβραίων ἐκάλουν, ἐν ᾧ ἀφέσεις καὶ συγχωρήσεις ἐγένοντο τοῖς χρεωφειλέταις, ἐλευθερία τε οἰκέταις, καὶ ἄλλα τινὰ τοιαῦτα πράττειν νενομοθέτητο. Τούτου χάριν τὴν ἐξομολόγησιν τοῦ πλημμελήματος ὑπὲρ συγχωρήσεως καὶ ἀφέσεως ἁμαρτιῶν τῷ νʹ ψαλμῷ ἐφήρμοσεν. Οὕτως οὖν καὶ ἐφ' ἑκάστῳ ψαλμῷ κατά τινας λόγους τῇ τῶν ἀριθμῶν δυνάμει τὰς οἰκείας διανοίας εἴποι ἂν ἐφηρμόσθαι. Ἀλλ' ὁ ταῦτα λέγων οὔ μοι δοκεῖ τυγχάνειν τοῦ σκοποῦ· πρῶτον μὲν ὅτι οὐδὲ ὅλως ἀριθμός τις ἐν τῇ Ἑβραϊκῇ βίβλῳ τῶν Ψαλμῶν φέρεται· ἄνευ δὲ τῆς τοῦ ἀριθμοῦ προσθήκης ἀνεγράφησαν· εἶθ' ὅτι διαφόρως οἱ μὲν εἰσὶ συνημμένοι, οἱ δὲ διῃρημένοι. Αὐτίκα γοῦν ὁ πρῶτος καὶ ὁ δεύτερος κατὰ τὴν ἀρχὴν τῆς βίβλου συνημμένοι εἰσὶ κατὰ τὸ Ἑβραϊκόν· καὶ πάλιν ὁ θʹ συνημμένος παρ' ἡμῖν ἐν τῷ Ἑβραϊκῷ διῄρηται εἰς δύο. Καὶ πᾶσα δὲ ἡ τῶν Ψαλμῶν βίβλος εἰς μέρη εʹ διῄρηται, καθὼς ἤδη πρότερον εἴρηται. Ὧν οὕτως ἐχόντων, σχολάζοι ἂν ἡ προλεχθεῖσα τῶν ἀριθμῶν θεωρία. Ποῖον δὲ καὶ λόγον εἴποι ἄν τις ἔχειν, φέρ' εἰπεῖν, τοῦ μετὰ χεῖρας ψαλμοῦ, λέγω δὲ τοῦ ξβʹ, τὴν διάνοιαν πρὸς τὸν τοιόνδε ἀριθμὸν ἐφαρμόττειν, ἢ τῶν ἐφ' ἑκάστῳ τῶν ρνʹ ἀριθμῶν ἴδιον ἀφοριεῖσθαι νοῦν προσήκοντα τῷ τοιῷδε, ἢ τῷ τοιῷδε ἀριθμῷ; ἀλλὰ ταῦτα μὲν ὅπη τις ἐθέλοι παραδεχέσθω. Ἐγὼ δὲ ἡγοῦμαι τῆς τῶν ἐγγεγραμμένων διανοίας ἕνεκεν ἐφεξῆς ἀλλήλων τοὺς ψαλμοὺς κεῖσθαι κατὰ τὸ πλεῖστον, οὕτως ἐν πολλοῖς ἐπιτηρήσας καὶ εὑρών· διὸ καὶ συνῆφθαι αὐτοὺς ὡσανεὶ συγγένειαν ἔχοντας καὶ ἀκολουθίαν πρὸς ἀλλήλους. Ἔνθεν μὴ κατὰ τοὺς χρόνους ἐμφέρεσθαι, ἀλλὰ κατὰ τὴν τῆς διανοίας ἀκολουθίαν. ∆έδεικται δὲ τοῦτο ἤδη πρότερον καὶ ἀπὸ πλειόνων μὲν ἑτέρων, μάλιστα δὲ ἀπὸ τοῦ μαʹ μέχρι τοῦ νʹ, ἐν οἷς ἀποδεικτικῶς παρεστήσαμεν τοὺς μὲν ἐπιγεγραμμένους τῶν υἱῶν Κορὲ πολλὴν σώζειν ἀκολουθίαν πρὸς τὸν νοῦν τὸν ἐξ αὐτῶν δηλούμενον· ἐφεξῆς δὲ τούτοις κείμενον τὸν τοῦ Ἀσὰφ καὶ πάλιν τούτων συνημμένην τοῦ ∆αυῒδ τὴν ἐξομολόγησιν τὴν ἐν τῷ νʹ φερομένην, ἀβίαστον τὴν ἀποδοθεῖσαν ἡμῖν θεωρίαν παρέχειν. Μία μὲν οὖν αὕτη ἡ αἰτία, ὡς ἐμοὶ δοκεῖ, τῆς ἀκολουθίας γένοιτ' ἂν τῶν ψαλμῶν· ἔχω δὲ καὶ ἄλλην εἰπεῖν. Πολλῆς γὰρ εἰδωλολατρείας κατακρατησάσης τοῦ Ἰουδαίων ἔθνους, λήθην αὐτοὺς πε 23.604 ποιῆσθαι τῶν πατρίων γραφῶν ἡ τῶν Βασιλειῶν ἱστορία διδάσκει· ὡς μηδὲ φαίνεσθαι βίβλον τοῦ Μωϋσέως νόμου, μηδὲ μνήμην τῆς τῶν πατέρων εὐσεβείας σώζεσθαι παρ' αὐτοῖς. Οὕτω γοῦν καὶ τοὺς προφήτας ἀνῄρουν διελέγχοντας αὐτῶν τὰς δυσσεβείας, καὶ τούτων ἕνεκα τὸ πρῶτον τῇ τῶν Ἀσσυρίων παρεδόθησαν αἰχμαλωσίᾳ. Οὐδὲν οὖν θαυμαστὸν ἐν τοιαύτῃ καταστάσει καιρῶν, καὶ τὰ ἐμφερόμενα τῇ βίβλῳ τῶν Ψαλμῶν διαπεπτωκέναι, λήθῃ τε μακροῖς παραδεδόσθαι χρόνοις. Μετὰ δὲ ταῦτα εἴτε Ἔσδραν, εἴτε τινὰ ἕτερον προφητῶν, περὶ τὴν συναγωγὴν αὐτῶν ἐσπουδακέναι, μετά τε τῶν λοιπῶν καὶ τὴν βίβλον τῶν Ψαλμῶν συναγηοχέναι, οὐκ ἀθρόως εὑρόντα τοὺς πάντας, ἀλλὰ κατὰ διαφόρους χρόνους. Κατατάττειν δὲ ἐν πρώτοις τοὺς πρώτους εὑρισκομένους· διὸ μηδὲ τοῦ ∆αυῒδ ἐφεξῆς κεῖσθαι τοὺς πάντας· ἐν δὲ τῷ μεταξὺ καὶ τῶν υἱῶν Κορὲ, καὶ τοῦ Ἀσὰφ, καὶ Σολομῶνος καὶ Μωϋσέως, Αἰθάν τε καὶ Αἰμὰν, καὶ πάλιν τοῦ ∆αυῒδ εὑρίσκεσθαι ἀναμὶξ ἐν τῇ βίβλῳ κατατεταγμένους, οὐ καθ' οὓς ἐλέχθησαν χρόνους, ἀλλὰ καθ' οὓς εὕρηνται. Ἔνθεν συμβῆναι τοὺς τοῖς χρόνοις ὑστέρους πρώτους εὑρεθέντας ἀναληφθῆναι πρώτους, καὶ τοὺς τοῖς χρόνοις προτέρους, μετὰ ταῦτα εὑρημένους, ἐν δευτέρᾳ καταταγῆναι χώρᾳ. Ταῦτα μὲν οὖν ἡμῖν εἰς τὴν προταθεῖσαν ζήτησιν ἐξ εἰκότων εἰρήσθω. Ἤδη δὲ καὶ τῶν ἐμφερομένων ἐν τῷ μετὰ χεῖρας ψαλμῷ ἐφάψασθαι καιρός. Πλανώμενος ∆αυῒδ ὁμοίως τοῖς λοιποῖς προφήταις ἐν