204
ἐρημίαις καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς, τοῖς τε τῆς ἀνεξικακίας πόνοις ἐγγυμναζόμενος, καὶ τὸν μετὰ χεῖρας ᾖδε ψαλμὸν, τῇ κατὰ Θεὸν ἀνατιθεὶς φιλοσοφίᾳ τὴν ἐπὶ τῆς ἐρήμου σχολήν· καὶ τὸν ἑαυτοῦ περὶ τὰ θεῖα ἔρωτα διεγείρων, ὁμολογεῖται διψῇν τοῦ τῆς ἀθανασίας πόματος· διὸ ἐβόα πρὸς τὸν Θεὸν λέγων· «Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σοι ἡ ψυχή μου, πῶς ἁπλῶς σοι ἡ σάρξ μου.» Ἀντὶ δὲ τοῦ, «πῶς ἁπλῶς σοι ἡ σάρξ μου,» ὁ μὲν Ἀκύλας, «ἐπετάθη σοι ἡ σάρξ μου,» ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, «Ἱμείρεταί σε ἡ σάρξ μου·» ὥστε οὐχ ἡ ψυχὴ μόνη τοῦ ∆αυῒδ πρὸς τὸν Θεὸν τέτατο, ἀλλὰ καὶ αὐτὴ ἡ σὰρξ καὶ τὸ σῶμα αὐτοῦ, ἁγνεύοντος δηλαδὴ καὶ καθαρεύοντος διὰ τὸ τῷ Θεῷ σχολάζειν. Καὶ τὸ λέγειν δὲ, «Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω,» παραστατικὸν ἦν τῆς νυκτερινῆς καθαρότητος. Οὐδεὶς γὰρ ἐν κοίταις καὶ ἀσελγείαις ῥυπάνας ἑαυτοῦ τὴν ψυχὴν, καὶ τὸ σῶμα μιαρὸς ὢν καὶ ἀκάθαρτος, οἷός τ' ἂν εἴη τὰς τοιαύτας προσίεσθαι φωνάς. Πλὴν ὁ μέγας ∆αυῒδ πεπαῤῥησιασμένῃ συνειδήσει οὐχ ἀπλῶς τὸν Θεὸν ἀνεκαλεῖτο, λέγων, «Ὁ Θεός·» δεύτερον δὲ ὡς ἑαυτοῦ ἴδιον ὄντα ἐπεγράφετο· διὸ προστίθησι φάσκων· «Ὁ Θεός μου.» Εἶτ' ἐπειδήπερ ἑαυτοῦ Θεὸν ἀναγορεῦσαι αὐτὸν τετόλμηκε, τῆς τόλμης τὴν αἰτίαν διδάσκει λέγων, «Πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σοι ἡ ψυχή μου, πῶς ἁπλῶς σοι ἡ σάρξ μου.» ∆ιὰ ταῦτα γὰρ Θεόν μου προσεῖπον, ἐπειδήπερ οὐδενὸς τῶν ἐπιγείων, ἀλλ' οὐδὲ τῶν ὀφθαλμοῖς σαρκὸς ὁρωμένων περιέλκει με πόθος. Ὥσπερ δὲ ὁ Ἀπόστολος, «Ζῶ, φησὶν, οὐκέτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός·» τοιαύτῃ διανοία 23.605 καὶ ∆αυῒδ τῷ Θεῷ ἔλεγε· «Πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σοι ἡ ψυχή μου.» Ὡσεὶ καὶ χώρα τις, μὴ τυχοῦσα τοῦ συνήθους ὑετοῦ, διψῇν λέγοιτο τούτου· τὸν αὐτὸν δὲ τρόπον ἐδίψησέ σοι, ἢ ἱμείρεταί σε πρὸς τῇ ψυχῇ μου καὶ αὐτὴ ἡ σάρξ μου, πολυπλάσιον ὡς διψῶσα. Ὥσπερ γὰρ φυσικοῖς λόγοις τὴν γῆν αὐτήν φαμεν διψῇν ὕδατος, οὕτω καὶ ἡ σάρξ μου ἐδίψησέ σοι, φησί· διὸ ἐπιφέρει· «Ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ, καὶ ἀνύδρῳ,» ἢ κατὰ τὸν Σύμμαχον· «Ὡς ἐν γῇ διψάδι καὶ ἐκλύσει μὴ ὑπάρχοντος ὕδατος.» ∆ύναται δὲ καὶ τὴν ἔρημον αὐτὴν σημαίνειν διὰ τούτων, ἐν ᾗ φεύγων τὸν Σαοὺλ τὰς διατριβὰς ἐποιεῖτο. Πάντως γάρ που ἐν ταύτῃ τυγχάνων καὶ μακρὰν ἀπῳκισμένος τῆς κιβωτοῦ τοῦ Θεοῦ καὶ τῆς τοῦ ἁγιάσματος σκηνῆς, ἐν ᾗ τὰς κατὰ νόμον ἐποιοῦντο λατρείας, τούτων ἐπόθει τὴν θέαν. Ὥσπερ δὲ γῆ διψῶσα ὕδατος ὀρέγεται, οὕτω, φησὶ, καὶ ἡ ἐμὴ ψυχὴ τὰ σοὶ τῷ Θεῷ ἀρεστὰ καὶ φίλα διψεῖ· ὡς ἐκλείπειν καὶ ἐκτήκεσθαι, εἰ μὴ μεταλάβοι τῆς παρὰ σοὶ πηγῆς· περὶ ἧς εἴρηται. «Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ∆ιὸ ἐδίψησέ σοι ἡ ψυχή μου.» Ἐδίψησε δὲ πῶς, ἑρμηνεύει λέγων ἑξῆς· «Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι,» ὡσεὶ ἔλεγε τοῦτο· Ἐδίψησεν ἡ ψυχή μου τὸ ὀφθῆναί σοι ἐν τῷ σῷ ἁγιάσματι, «τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.» Τοιοῦτον δέ ἐστι καὶ τὸ διὰ τῶν ἔμπροσθεν εἰρημένον· «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα, πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ.» Γενόμενος γὰρ ἐν τῷ ἁγίῳ σου, περὶ οὗ εἴρηται ἐν ἑτέρῳ, «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου,» πρῶτον μὲν αὐτὸς ὀφθήσομαί σοι, δοκιμασθησόμενος εἰ ἄξιος εἴην τῆς σῆς θέας. Εἶτα ἄξιος ὀφθεὶς, ὄψομαι τὴν δύναμίν σου καὶ τὴν δόξαν σου· ὧν ἀδύνατόν ἐστιν εἰς θεωρίαν ἐλθεῖν, μὴ οὐχὶ πρότερον ἐν τῷ ἁγίῳ γενόμενον, καὶ πρῶτον ὀφθέντα ἄξιον τῶν τοῦ Θεοῦ ἀγαθῶν. Μετὰ γὰρ ταῦτα ὄψεταί τις, ὡς ἂν ἤδη δεδοκιμασμένος, τὴν δύναμιν τοῦ Θεοῦ καὶ τὴν δόξαν αὐτοῦ. Καὶ τέλος τῶν ἀγαθῶν τοῦτ' ἂν εἴη τὸ ἐν θεωρίᾳ τούτων γενέσθαι· διὸ λέλεκται· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Τοῦτο οὖν ἐδίψησεν ἡ ψυχὴ τοῦ ∆αυΐδ· διὸ ἔλεγεν· «Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σοι ἡ ψυχή μου.» «Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς, τὰ χείλη μου ἐπαινέσουσί σε.» Ὁ τὴν φύσιν τοῦ θνητοῦ βίου κατανοήσας, καὶ τὴν