205
πρόσκαιρον ζωὴν ὅση τίς ἐστι καὶ ὁποία ἐξητακὼς, ἀποστρέφεται μὲν ταῦτα ὡς μικρὰ καὶ οὐδενὸς λόγου ἄξια· ὅλος δὲ τῆς ἄνω ἐλπίδος γενόμενος, ἐκείνης τυχεῖν εὔχεται, ἐλέῳ Θεοῦ χορηγουμένης. Οὐ γὰρ δὴ κατὰ ὀφειλὴν, οὐδὲ κατ' ἀξίαν τῆς ἑαυτοῦ δικαιοσύνης τεύξεταί τις τῶν ἐπουρανίων. ∆ιόπερ ἀλλαχοῦ που εἴρηται· «Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ;» τὸ δὲ πᾶν ἐλέῳ Θεοῦ καὶ φιλανθρωπίᾳ δωρεῖται, τοῖς σμικρὰ κατωρθωκόσι τὰ μεγάλα χαριζομένου. Ὃ δὴ σημαίνει ὁ παρὼν λόγος φάσκων· «Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς.» Κἂν γὰρ μακρόβιος καὶ μακροχρόνιος ἐπὶ τοῦ πα 23.608 ρόντος γένηταί τις, ὥσπερ πολλὰς ζωὰς ἐν πολλαῖς 23.608 ἐτῶν περιόδοις κτησάμενος· ἀλλ' οὐδέν ἐστι ταῦτα συγκρινόμενα πρὸς τὸ ἔλεος τοῦ Θεοῦ, τὸ τῆς αἰωνίου ζωῆς καὶ τῶν ἐπουρανίων ἀγαθῶν αἴτιον. ∆ιόπερ καὶ τῷ σῷ ἐλέῳ ἐπιθαρσήσας, πᾶσάν μου τὴν παροῦσαν ζωήν σοι ἀναθήσω, ὥσπερ τινὰ τίμια ἀναθήματα, καὶ πολυτελῆ κειμήλια τὰ μέλη μου καὶ τὰ αἰσθητήρια τῇ σῇ ἀφορίσας λειτουργίᾳ. ∆ιὸ τὰ μὲν χείλη μου οὐδὲν ἕτερον λαλήσει, ἁγνεύσει δὲ καὶ καθαρὰ φυλαχθήσεται, εἰς τὸ σχολάζειν τοῖς σοῖς ὕμνοις καὶ λόγοις· ἡ δὲ ζωή μου αὕτη περὶ τὸ εὐλογεῖν σε πάντοτε νύκτωρ καὶ μεθ' ἡμέραν ἀσχοληθήσεται· καὶ τὰς χεῖρας δὲ τοῦ σώματός μου, τάς τε διὰ τούτων ἐπιτελουμένας πράξεις, ἐν τῷ ὀνόματί σου ἀρῶ μετεωρίζων εἰς ὕψος, καὶ σοὶ καθαρὰς πάσης παρανόμου πράξεως ἐπιδεικνὺς αὐτὰς κατὰ τὸν φήσαντα· «Βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν.» Οὕτως δὲ τὰ χείλη μου καὶ αἱ χεῖρες ἀφορισθήσονταί σοι, ὡς τὰ μὲν χείλη θυμιάματος εὐώδους τὸ μηθὲν διαφέρειν, τὰς δὲ χεῖρας θυσίας ἐνεργοῦς καὶ ἀληθινῆς μὴ λείπεσθαι· ὡς εἰπεῖν με εὐκαίρως περὶ μὲν τῶν χειλέων μου τὸ, «Γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου·» περὶ δὲ τῶν πράξεών μου τὸ, «Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.» Καὶ ἡ μὲν σὰρξ καὶ τὸ σῶμα οὕτως ἀνατεθήσεται τῇ σῇ λειτουργίᾳ· ἡ δὲ ψυχή μου πλείονος μεθέξει δυνάμεως· διὸ καὶ περὶ αὐτῆς φημι· «Ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου.» Οὐκέτι γὰρ ὁμοίως τῷ σώματι καὶ ἡ ψυχὴ χείλεσιν οὐδὲ χερσὶν, οὐδὲ κατά τι μέρος ἢ μέλος ἕτερον, ὅλη δὲ αὕτη καθ' ἑαυτὴν ὑπὲρ πᾶσαν ὁλόκαυτον θυσίαν, καὶ ὑπὲρ πᾶν ζῶον εὐτραφὲς πιότητος καὶ στέατος γέμον, σοὶ τῷ Θεῷ προσενεχθήσεται, μόσχου καὶ ταύρου, καὶ παντὸς ἀλόγου ζώου τιμιωτέρα παρὰ σοὶ λελογισμένη. ∆ιὸ καὶ ταύτην σοι πιοτάτην καί σοι προσφιλῆ θυσίαν, λέγω δὲ τὴν ἐμαυτοῦ ψυχὴν, ἀναθήσω. Ἐπὶ τούτοις τε χάριτας ὁμολογῶν ὅλῳ τῷ στόματι καὶ αὐτοῖς χείλεσι χαρᾶς πεπληρωμένοις ἀνυμνήσω σε· διό φημι· «Καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου·» ἢ κατὰ τὸν Σύμμαχον· «Καὶ διὰ χειλέων εὐφήμων ὑμνήσει τὸ στόμα μου.» «Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ, ὅτι ἐγενήθης βοηθός μου. Καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι, ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας διατρίβων ὁ θαυμάσιος ∆αυῒδ, οὐ ζῶα θύειν ἐπαγγέλλεται, οὐδὲ τὰς ἐξ ἀλόγων θρεμμάτων θυσίας, τὰς δὲ προλεχθείσας διὰ λόγων καὶ πράξεων, καὶ ψυχῆς αὐτῆς. Εἶτ' ἐπὶ τούτοις τῷ Θεῷ δείκνυσιν ὅπως ἀνέκειτο σωφροσύνῃ καὶ παντελεῖ ἁγνείᾳ· διό φησιν· «Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ·» ἢ κατὰ τὸν Σύμμαχον· «Ἀναμιμνησκόμενός σου ἐπὶ τῆς στρωμνῆς μου, καθ' ἑκάστην φυλακὴν ἐμελέτων σε.» Οὐ γὰρ ἄλλως, φησὶν, οἷός τε ἤμην πρὸς σὲ ὀρθρίζειν, οὐδὲ λέγειν εὐχόμενος· «Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω,» εἰ μὴ καθαρὰν ἐκεκτήμην τὴν στρωμνήν. Ἐγινώ 23.609 σκετο δέ μου ἡ καθαρότης οὐκ ἄλλοθεν ἢ ἀπὸ τοῦ κατὰ τὸν ὄρθρον τὰ σὰ μελετᾷν λόγια. ∆ῆλον γὰρ ἦν ἐκ τούτου μηδ' ἄλλο τι πράττειν με τὰς νύκτας, ἢ σὲ τὸν Θεὸν πρὸ ὀφθαλμῶν ἔχειν. Κατὰ δὲ τὸν Σύμμαχον λέγοντα, «καθ'