206
ἑκάστην φυλακὴν ἐμελέτων σε,» καὶ κατὰ τὸν Ἀκύλαν φήσαντα, «ἐν φυλακαῖς φθέγγομαι ἐν σοὶ,» δηλοῦν ἔοικε τὰς νυκτερινὰς ὥρας ἀσκεῖσθαι ταῖς τῶν θείων Γραφῶν μελέταις. ∆ιῄρηται μὲν γὰρ ὁ πᾶς τῆς νυκτὸς χρόνος εἰς φυλακὰς διαφόρους· οὕτω γοῦν εἴρηται ἐν εὐαγγελίοις τετάρτῃ φυλακῇ ἐληλυθὼς ὁ Σωτὴρ πρὸς τοὺς μαθητάς. Καὶ ἀλλαχοῦ δὲ αὐτός φησι· «Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ φυλακῇ ὁ Κύριος ὑμῶν ἔρχεται·» καὶ πάλιν· «Ἐκεῖνο δὲ γινώσκετε, ὅτι, εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται.» Ὁ δέ γε θεοφιλὴς καὶ τῷ Θεῷ ἀνακείμενος, ἀναμιμνησκόμενος ἐπὶ τῆς ἑαυτοῦ στρωμνῆς τοῦ Θεοῦ, ἄσπιλόν τε αὐτὴν καὶ ἁγνὴν, καὶ ἀμίαντον φυλάττων, καθ' ἑκάστην φυλακὴν τῆς νυκτὸς ἀνιστάμενος, εὐχαῖς προσεῖχε, καὶ τοῖς θείοις ἐνησκεῖτο μαθήμασιν· ὃ δὴ διδάσκων κατὰ τὸν Σύμμαχον ἔλεγεν· «Ἀναμιμνησκόμενός σου ἐπὶ τῆς στρωμνῆς μου, καθ' ἑκάστην φυλακὴν ἐμελέτων.» Εἰς σὲ γὰρ αὐτὸν ἐμελέτων τὸν Θεὸν ἀντὶ πάσης βίβλου καὶ γραφῆς, ἄνω πρὸς σὲ τὸν νοῦν τεταμένος, μελετῶν τε καὶ ἀναμιμνησκόμενος ὅσων ἠξιώθην ὑπὸ σοῦ εὐεργεσιῶν, καὶ ὡς γέγονάς μου πάντοτε βοηθὸς, καὶ ἐκ μυρίων με πειρασμῶν διέσωσας, καὶ ὡς ἐκσπάσας με ταῖς σαυτοῦ πτέρυξι, δηλαδὴ ταῖς δυνάμεσι τῆς σαυτοῦ προνοίας· ἅτινα ἀναπεμπαζόμενος τῇ μνήμῃ, χαρᾶς ἐπληρούμην, ἢ ἀνηυφήμουν σε τὸν Θεὸν κατὰ τὸν Σύμμαχον φήσαντα, «καὶ σκεπόμενος ἐν ταῖς πτέρυξί σου ἀνηυφήμουν.» Μελετῶν δὲ τὰ σὰ λόγια καθ' ἑκάστην φυλακὴν τῆς νυκτὸς, κἄπειτα ἀκούσας τοῦ φήσαντος θείου νόμου· «Ὀπίσω Κυρίου τοῦ Θεοῦ σου πορεύσῃ,» καὶ πρὸς αὐτὸν «κολληθεὶς, ἢ διατεθεὶς τὴν ψυχὴν πειθήνιος γέγονα τῷ νόμῳ, ὅλος τε εἰχόμην τοῦ πράγματος, πάντα τε ἡγησάμενος, μᾶλλον δὲ ἀποστραφεὶς τὰ μετὰ τὸν Θεὸν πάντα, ἀνώτερος καὶ ὑψηλότερος τῷ πόθῳ τῆς ψυχῆς κατέστην, καὶ σοὶ τῷ Θεῷ μου συνήφθην, ὡς εἰπεῖν μὴ ψευσάμενον· «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου.» Εἰς τοσαύτην δὲ ἤλασα προκοπὴν καὶ εἰς τοσοῦτον μέγεθος ἀρετῆς προῆλθον, οὐκ ἐμαυτοῦ δυνάμει χρησάμενος, ἀλλὰ τῇ σῇ δεσποτείᾳ· σὺ γὰρ αὐτὸς τῷ σῷ ἐλέῳ τοῦτό μοι ἐδωρήσω. Ὁρῶν γάρ μου τὸν περὶ σὲ πόθον καὶ ἀποδεξάμενος αὐτὸν, κατηξίωσας τὴν σαυτοῦ δεξιὰν ἐκτείνας ἐπιλαβέσθαι μου καὶ ἀνελκῦσαι ἄνω πρὸς ἑαυτόν· διὰ τοῦτο γὰρ δεδύνηται ἡ ψυχή μου ὑπὸ σοῦ βοηθηθεῖσα κολληθῆναι ὀπίσω σου· ἐπειδήπερ «ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου.» Οὐ γὰρ ἂν ἄλλως ἐφικνούμην τοῦ τοσούτου ὕψους, εἰ μὴ ἀντελάβετό μου ἡ δεξιά σου. ∆ιδάσκει δὲ ὁ Ἀπόστολος πῶς τις κολλᾶται τῷ Κυρίῳ, λέγων· «Ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν· ὡς καὶ ὁ κολλώμενος· τῇ πόρνῃ ἓν σῶμά ἐστι.» Λέγων δὲ ∆αυῒδ τῷ Κυρίῳ· «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, δῆλος ἦν καὶ ἐκ τούτου ἁγνείᾳ καὶ καθαρότητι σχολάζων. «Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου.» 23.612 Ἐγὼ μὲν, φησὶ, σοὶ τῷ ἐμαυτοῦ Σωτῆρι προσεῖχον, καὶ σοὶ τὴν ἐμὴν ψυχὴν συνῆπτον, τοῖς τε σοῖς ἐμελέτων λόγοις, ἐν φυγῇ τυγχάνων, καὶ ἐν ἐρημίαις ποιούμενος τὰς διατριβάς. Οὐ γὰρ ἠμυνόμην τοὺς ἐλαύνοντάς με, ἀλλ' οὐδὲ σοὶ τῷ Θεῷ σχολάζων εὐχὰς κατὰ τῶν ἐχθρῶν ἀνέπεμπον· σοὶ δὲ μόνῳ προσεῖχον, ὡς ἔφην. Οἱ δὲ οὐ διέλειπον ματαίαν σπουδὴν κατὰ τῆς ψυχῆς μου ποιούμενοι· εἰς μάταιον γὰρ ἐζήτουν αὐτὴν, ἀνεύρετον αὐτοῖς οὖσαν διὰ τὸ κεκολλῆσθαι ὀπίσω σου· διόπερ τὰ περιμένοντα αὐτοὺς αὐτοὶ μὲν οὐκ ἴσασι, τὸ δὲ Πνεῦμα τὸ ἅγιον θεσπίζει. Εἶθ' ἑξῆς τούτοις προφητικῶς ἀναφωνεῖ λέγων· «Εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς.» Ἐπειδὴ γὰρ τὰ τῆς γῆς ἐφρόνουν καὶ τῶν κάτω γεγόνασιν, εἰκότως τἀπίχειρα πείσονται οἷς ἔδρασαν. Ὁ μὲν γὰρ τῷ Θεῷ συναφθεὶς, καὶ τὴν ψυχὴν αὐτῷ προσκολληθεὶς, ἐλπίδας ἕξει βασιλείας οὐρανῶν· οἱ δὲ τὴν ἐναντίαν δραμόντες καὶ τὰ κάτω φρονήσαντες, εἰς τὸν ἀλλαχοῦ λάκκον ὠνομασμένον καταχθέντες, ἐν τοῖς κατωτάτω τῆς γῆς ἐλεύσονται. Τέως μὲν γὰρ πᾶς