207
ἄνθρωπος, τὴν ἐπιφάνειαν οἰκῶν τῆς γῆς, τὰ κάτω μόνα οἰκεῖν λέγεται κατὰ τὸν φήσαντα· «Ὅτι ὁ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐν τῇ γῇ κάτω.» Μετὰ δὲ τὴν ἐνθένδε ἀπαλλαγὴν, οἱ μὲν θεοφιλεῖς οὐρανὸν ἕξουσιν οἰκητήριον, εἰς τὰ ἀνώτερα μετεωρισθέντες καὶ ἁρπαγησόμενοι ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου, οὕτω τε πάντοτε σὺν Κυρίῳ ἐσόμενοι· οἱ δ' ἀσεβεῖς καὶ ἁμαρτωλοὶ εἰς τὰ κατώτατα τῆς γῆς καταβήσονται· ὧν μεμνημένος ὁ Ἀπόστολος ἔλεγεν· «Εἰς τὰ κατώτερα τῆς γῆς ὁ καταβὰς, αὐτός ἐστιν ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.» Καὶ μέχρι γὰρ τῶν κατωτάτω τῆς γῆς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν καταβέβηκεν, ἵνα πληρώσῃ τὰ πάντα τῆς σωτηρίου δυνάμεως. Τοῦτο δὲ καὶ τῷ Ἰὼβ σημαίνει ὁ χρηματίζων Κύριος ἐν οἷς φησιν· «Ἦλθες δὲ ἐπὶ γῆν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου· πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Ἀλλ' ὁ μὲν καὶ μέχρι τῶν ἐκεῖ καταβέβηκεν, ἵνα τὰς πάλαι τῶν ἁγίων αὐτόθι συνεχομένας ψυχὰς ἐλευθερίας ἀξιώσῃ· οἱ δὲ ἀσεβεῖς, εἰς τὰ κατώτατα τῆς γῆς κατενεχθέντες, παραδοθήσονται εἰς χεῖρας ῥομφαίας. Ἔστι γάρ τις ἐκεῖ ῥομφαία θανάτου, ἧς ὁ Σωτὴρ μνημονεύων ἐν καʹ ψαλμῷ ἔλεγε· «Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.» Ταῦτα δὲ πάντα περὶ ἀντικειμένων δυνάμεων ἐλέγετο. Οὐ μόνον δὲ εἰς χεῖρας ῥομφαίας παραδοθήσονται οἱ προλεχθέντες, ἀλλὰ καὶ διασπασθήσονται ὧδε κἀκεῖσε περιελκόμενοι ὑπὸ δεινῶν τινων καὶ πανούργων πνευμάτων, οὓς ἀλώπεκας ὀνομάζει ὁ παρὼν λόγος, διὰ τὸ καταδεδυκέναι καὶ τοῖς κατωτάτω μυχοῖς ἐμφωλεύειν. Οὗτοι δ' οὖν οἱ ἀλώπεκες ὥσπερ εὕρεμα τὰς ἐκεῖ καταπιπτούσας ψυχὰς τῶν ἀσεβῶν λαβόντες διαρπάζουσιν, εἰς ἑαυτοὺς αὐτὰς μεριζόμενοι. Καὶ 23.613 τῶν μὲν ἀσεβῶν τοιοῦτον ἔσεσθαι τὸ τέλος τὸ Πνεῦμα τὸ ἅγιον θεσπίζει. Περὶ δὲ τοῦ δικαίου τοῦ τὰ προλεχθέντα κατωρθωκότος ἐπιφέρει λέγον· «Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ· ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ· ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.» Σφόδρα παραδόξως ἐνταῦθα τὸ τοῦ βασιλέως εἰσῆκται ὄνομα· ∆αυῒδ μὲν γὰρ φεύγων τὸν Σαοὺλ, καὶ τὴν ἔρημον τῆς Ἰουδαίας οἰκῶν καθ' οὓς ταῦτα ἔλεγε χρόνους, δείκνυται, οὐ μὴν ἤδη που βασιλεύων· Σαοὺλ δὲ, κρατῶν τοῦ ἔθνους, τῆς βασιλείας ἡγεῖτο. Ποῖος οὖν βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ; Ἀλλ' ἐρεῖ τις κατὰ πρόγνωσιν τοῦ μέλλοντος αὐτὸν σημαίνεσθαι τὸν ∆αυΐδ· ἤμελλε γὰρ ὅσον οὔπω τελευτήσαντος τοῦ Σαοὺλ βασιλεύειν αὐτός. Ἕτερος δέ φησι καὶ τότ' ἤδη βασιλέα εἶναι αὐτόν· ἐπειδὴ κέχριστο ὑπὸ τοῦ Σαμουὴλ εἰς βασιλέα, καὶ παρὰ τῷ Θεῷ λελόγιστο ἤδη βασιλεύς· οὐ μὴν ἀλλὰ καὶ ἐβασίλευε τοῦ συνόντος αὐτῷ πλήθους, οὗ μέμνηται ἡ ἱστορία. Ἐπεὶ τοίνυν τὸ τέλος τῶν ἐλαυνόντων αὐτὸν παρέστησεν ὁ λόγος, εἰκότως καὶ αὐτοῦ ὡς ἂν πολλὴν ἐνδειξαμένου προκοπὴν τὰ τέλη τῶν πόνων προφητεύεται. ∆ιὸ λέγεται· «Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ» Ὡς γὰρ γενναῖος τοῦ Θεοῦ ἀθλητὴς, μεγάλους ἀγῶνας διεξελθὼν, βραβείων τε καὶ θείων στεφάνων κατηξιωμένος, εὐφροσύνης ἀπολαύσει τῆς παρ' αὐτῷ τῷ ἀγωνοθέτῃ. Ὥσπερ γὰρ οἱ ἐχθροὶ αὐτοῦ τέλος οὐκ αἴσιον εἰλήφασιν, εἰς τὰ κατώτατα τῆς γῆς εἰσελθόντες, καὶ παραδοθέντες εἰς χεῖρας ῥομφαίας, μερίδες τε ἀλωπέκων γενόμενοι· ἃ δὴ καὶ ἐπληροῦτο πρὸς λέξιν κατὰ τὴν ἱστορίαν, ὁπηνίκα, φεύγων ὁ Σαοὺλ τοὺς πολεμίους, ἐκρυπτάζετο, ζητῶν τε παρὰ τοῦ Θεοῦ βοήθειαν, οὐχ εὕρισκεν· ἀλλ' οὐδὲ ἀποκρίσεως θείας ἠξιοῦτο· ὡς διὰ τοῦτ' ἐλθεῖν αὐτὸν ἐπὶ τὴν ἐγγαστρίμυθον, καὶ πολυπραγμονεῖν τὰ ἀπηγορευμένα ὑπὸ τοῦ Θεοῦ. Τότε γοῦν ἀληθῶς μερίδες ἀλωπέκων γεγόνασιν αὐτός τε καὶ οἱ σὺν αὐτῷ. ∆ιὸ καὶ καταλειφθέντες ὑπὸ τοῦ Θεοῦ, τῇ τῶν πολεμίων ῥομφαίᾳ