208
παρεδόθησαν πεσόντες ἐν τῷ πολέμῳ. Ὥσπερ οὖν ταῦτα μηδέπω γενόμενα κατὰ πρόγνωσιν εἴρητο μέλλοντα ἔσεσθαι τοῖς τὸν ∆αυῒδ ἐλαύνουσιν· οὕτω καὶ αὐτῷ τὰ αἴσια τέλη τὸ Πνεῦμα τὸ ἅγιον ἀνεφώνει λέγον· «Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ.» Ἐλπίσας γὰρ ἐπὶ τὸν Θεὸν, καὶ τὴν αὐτοῦ ψυχὴν συνάψας αὐτῷ, ὡς εἰπεῖν, «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου,» τῆς ἀνωτάτω τεύξεται παρὰ τῷ Θεῷ εὐφροσύνης. Καὶ πᾶς δὲ ὁ ἐπὶ τούτοις ὀμνὺς ὡς ἂν εὐορκῶν ἐπαινεθήσεται· ἢ κατὰ τὸν Ἀκύλαν, «Καυχήσεται ὁ ὀμνύων ἐν αὐτῷ.» Ὁ γὰρ μὴ ἀμφιβάλλων, ἀλλὰ καὶ ὅρκον τιθέμενος περὶ τοῦ μήποτε ἐκπεσεῖσθαι τὸν βασιλέα τῆς ἐπηγγελμένης ἐλπίδος, ὡσανεὶ εὐορκῶν, ἐπαινεθήσεται. Καὶ ταῦτα ἔσται περὶ τὸν βασιλέα καὶ περὶ πάντα τὸν ὀμνύντα περὶ αὐτοῦ, «Ὅτι ἐνεφράγη τὸ στόμα λαλούντων ἄδικα.» Καθ' ἑτέραν δὲ διάνοιαν τοῦ δικαίου τελειουμένου κατὰ τὰς ἀποδοθείσας ἐν ἀρετῇ προκοπὰς, χαίρει καὶ εὐφραίνεται ὁ βασιλεὺς, ὁ τοῦ Θεοῦ Μονογενὴς Υἱὸς εὐχαριστῶν τῷ ἑαυτοῦ Πατρὶ, τῷ τὰ τηλικαῦτα χαρίσματα δεδωρημένῳ τῇ τῶν ἀνθρώπων φύσει. Τοῦτον δὲ τὸν βασιλέα ὁ γνοὺς, καὶ ὅρκιον αὐτοῦ ποιούμενος τοὔνομα, 23.616 παντὸς γένοιτ' ἂν ἐπαίνου ἄξιος, ὡς ἂν μεμαθηκὼς ὅτι τῇ αὐτοῦ δυνάμει καὶ ὁ δίκαιος ἐτελειώθη, καὶ πᾶν στόμα τὸ πολλὰ λαλοῦν ἄδικα ἐνεφράγη. Εἰ γὰρ καὶ τὰ μάλιστα καιρῷ τινι συνεχωρεῖτο τῷ τῶν ἀσεβῶν στόματι λαλεῖν ἄδικα καὶ καταβλασφημεῖν τοῦ δικαίου, καὶ αὐτοῦ τοῦ Θεοῦ, ὡς μηδὲν ἐπαμύνοντος τοῖς δι' αὐτὸν ἐλαυνομένοις· ἀλλ' οὐκ εἰς τέλος τοιαῦτα λαλεῖν συγχωρηθήσονται· φραγήσεται δὲ αὐτῶν τὸ ἀσεβὲς στόμα, καὶ ἡ κατὰ τῶν θεοφιλῶν ἀνδρῶν μεγαλαυχία παυθήσεται, ἐπειδὰν καταλάβῃ αὐτοὺς τὰ προλεχθέντα τέλη. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ ΞΓʹ. «Εἰσάκουσον, ὁ Θεὸς, προσευχῆς μου ἐν τῷ δέεσθαί με, ἀπὸ φόβου ἐχθροῦ ἐξέλου τὴν ψυχήν μου.» Καὶ ὁ παρὼν ψαλμὸς εἰς τὸ τέλος ἀναπέμπει· ἐν ᾧ τὰ βραβεῖα τῆς ἄνω κλήσεως, καὶ τοὺς τῆς δικαιοσύνης στεφάνους οἱ τὸν ἀγῶνα τὸν καλὸν διηγωνισμένοι παρὰ τοῦ μεγάλου λήψονται ἀγωνοθέτου. ∆ιὸ τὰ μὲν πρῶτα τοῦ ψαλμοῦ ἐχθροὺς εἰσάγει καὶ πονηρευομένους ἐπανισταμένους τῷ δικαίῳ· ἐν δὲ τῷ τέλει τοῦ παντὸς λόγου χρηστὰς ἐλπίδας ἐπισφραγίζεται λέγων· «Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ' αὐτόν· καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.» Τοιαῦτα τὰ τέλη τῶν ὑπὲρ εὐσεβείας ἠγωνισμένων εἶναι διδάσκει. Ὁ γέ τοι τῆς θεοσεβείας ἀθλητὴς, μυρίους ἔχων ἐχθροὺς καὶ πολεμίους τῆς αὐτοῦ ψυχῆς, οὐχ ὁρατοὺς μόνον, ἀλλὰ καὶ ἀφανεῖς, μόνῳ προσφεύγει τῷ Θεῷ καὶ τὴν παρ' αὐτοῦ βοήθειαν αἰτεῖ, μονονουχὶ λέγων· «Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν;» ∆ιὸ ταῖς εὐχαῖς σχολάζει τὸν Θεὸν ἀνακαλούμενος καὶ λέγων· «Εἰσάκουσον, ὁ Θεὸς, προσευχῆς μου ἐν τῷ δέεσθαί με.» Ὁ δὲ μὴ τοιοῦτος, παρακούων δὲ τῶν τοῦ Θεοῦ παραγγελμάτων, οὐκ ἂν δύναιτο χρῆσθαι τῇ τοσαύτῃ παῤῥησίᾳ· ᾧ γὰρ μέτρῳ μετροῦμεν ἀντιμετρεῖται ἡμῖν. ∆ιόπερ ἐν Παροιμίαις ἡ τοῦ Θεοῦ σοφία πρὸς τοὺς ἀπειθεῖς ἀποτείνεται λέγουσα· «Ἀνθ' ὧν ἐκάλουν, καὶ οὐχ ὑπηκούσατε, καὶ ἐξέτεινον λόγους, καὶ οὐ προσείχετε· ἀλλ' ἀκύρους ἐποιεῖτε τὰς ἐμὰς βουλὰς, ταῖς δὲ ἐμαῖς ἐντολαῖς οὐ προσείχετε. Τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι.» Ἔσται γὰρ ὅτε ἐπικαλέσεσθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι. Εἰ τοίνυν εἰσακούεσθαι βουλόμεθα ἐν οἷς δεόμεθα τοῦ Θεοῦ, καὶ αὐτοὶ τοῦτο πράττωμεν τοῖς τοῦ Θεοῦ παραγγέλμασι καταπειθεῖς γιγνόμενοι. Τότε γὰρ σὺν πολλῇ παῤῥησίᾳ καὶ αὐτοὶ φάναι δυνησόμεθα τῷ Θεῷ· «Εἰσάκουσον, ὁ Θεὸς, τῆς προσευχῆς μου ἐν τῷ δέεσθαί με.» Τί δὲ ἐδεῖτο ὁ μακάριος ∆αυΐδ; (αὐτοῦ γάρ εἰσιν οἱ λόγοι, ὡς οἶμαι, κατὰ τοὺς χρόνους εἰρημένοι, καθ' οὓς τὸν Σαοὺλ ἔφευγε καὶ τοὺς σὺν αὐτῷ·) τὴν ψυχὴν αὐτοῦ ῥυσθῆναι