209
ἀπὸ φόβου ἐχθροῦ, οὐκ ἐχθροὺς μὴ ἔχειν, οὐδὲ τὰς ἐκείνων ἀποκρουσθῆναι προαιρέσεις· τὴν δὲ αὐτοῦ ψυχὴν ἄτρομον καὶ ἀπτόητον, καὶ ἄφοβον διατηρεῖσθαι, ὅπως, ἐν ἕξει γενόμενος ἀταραξίας, λέγῃ καὶ αὐτὸς ὁμοίως Παύλῳ· «Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι.» Λέγων δὲ ταῦτα πρὸς τὸν Θεὸν ὁ ∆αυῒδ, οὐκ ἠμνημόνει τῶν ἤδη πρότερον εἰς αὐτὸν γε 23.617 νομένων εὐεργεσιῶν. ∆ιὸ εὐχαριστῶν ἐπὶ τοῖς παρωχηκόσιν, ἐπιλέγει· «Ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων, ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν.» Ἤδη γὰρ πεῖραν εἰληφὼς τῶν φθασάντων εἰς ἐμὲ, οὔποτε λήθην αὐτῶν ποιήσασθαι δύναμαι· φέρων δὲ αὐτὰ διὰ παντὸς ἐν μνήμῃ, εὐχάριστος εἰσαεὶ τυγχάνω. Ὅμως δὲ καὶ νῦν τῆς αὐτῆς ἀξιῶ παρὰ σοῦ βοηθείας τυχεῖν. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς, μία καὶ ἡ αὐτὴ πεφύλακται τοῦ λόγου ἔγκλησις, καὶ μία διάνοια τῶν εἰρημένων· διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· «Εἰσάκουσον, ὁ Θεὸς, τῆς φωνῆς μου προσλαλοῦντος, ἀπὸ ἐκπλήξεως ἐχθροῦ περιφράξεις τὴν ζωήν μου· κρύψεις με ἀπὸ συσκέψεων κακούργων, ἀπὸ κυκήσεως ἐργαζομένων ἀδικίαν.» Οὐ γὰρ ὡς περὶ παρῳχηκότων, ἀλλ' ὡς περὶ μελλόντων τὰ ὅλα εἴρηται, καὶ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ὁμοίως. «Οἵτινες ἠκόνησαν ὡς ῥομφαίας τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον πρᾶγμα πικρὸν, τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον. Ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φοβηθήσονται.» Εἰ καὶ προῆγε τοῖς χρόνοις εἰς τὴν σωτήριον ἐπιδημίαν ὁ ∆αυῒδ, ἀλλ' οὐκ ἠγνόει τὰ εὐαγγελικὰ μαθήματα θείῳ Πνεύματι μεμαθητευμένος· ᾔδει δὲ εὖ μάλα τὸ σωτήριον λόγιον τὸ φῆσαν· «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι·» διὸ οὐκ ἠγωνία στρατιωτικῆς παρατάξεως πληθὺν, οὐδὲ τοὺς παντευχίαις καὶ δόρασι παραταττομένους· ἀλλὰ τούτων μὲν κατεφρόνει, ὡς ἂν τὸν τοσοῦτον Γολιὰδ ἀκμητὶ καὶ ἀνιδρωτὶ καταβαλών· ἐκείνους δὲ ἠγωνία οὓς ᾐνίττετο διὰ τῶν προκειμένων λέγων· «Οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον πρᾶγμα πικρόν.» Ὁρᾷς ὁποίαν διαγράφει πανοπλίαν ἐχθρῶν; Καὶ ἐν τοῖς ἔμπροσθεν δὲ ἐλέγετο· «Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.» Ταῦτα δὲ ἀναγέγραπται εἰρηκὼς, «ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον.» Ἀπὸ τῶν ὁμοίων τοιγαροῦν λόγων φαίνεται ὁ αὐτὸς ὢν χρόνος, καθ' ὂν καὶ τὰ μετὰ χεῖρας περὶ αὐτῶν ἐκείνων καὶ τῶν ἐκείνοις παραπλησίων λέλεκτο. Ἀλλὰ καὶ «ὅτε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτὸν,» περὶ τῶν αὐτῶν πάλιν τὰς ὁμοίας ἠφίει φωνὰς λέγων· «Ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς στόμασιν αὐτῶν.» Ἀλλ' ἐν ἐκείνοις μὲν ταῦτ' ἐλέγετο· ἐν δὲ τοῖς μετὰ χεῖρας τοὺς ἐχθροὺς αὐτοῦ, ὧν ἀπὸ φόβου ῥυσθῆναι ηὔχετο, ἠκονηκέναι φησὶ τὰς γλώσσας αὐτῶν δίκην ῥομφαίας· ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, «ὡς μάχαιραν·» ἀλλὰ καὶ ἐνέτειναν τὸ τόξον αὐτῶν, κατὰ μὲν τοὺς Ἑβδομήκοντα ἑρμηνευτὰς, «ἐν πράγματι πικρῷ·» διὰ γὰρ πικροῦ πράγματος κατατοξεύειν ἐπειρῶντο τὸν δίκαιον· κατὰ δὲ τὸν Σύμμαχον, «Ἐπλήρωσαν, φησὶ, τὸ τόξον αὐτῶν λόγῳ πικρῷ.» Ἦσαν γὰρ ἀληθῶς πικροὶ, οὐδὲν γλυκὺ περιέχοντες, οἱ τὸν ∆αυῒδ διαβάλλοντες πρὸς τὸν Σαούλ· οἷος ἦν ὁ ∆ωὴκ, καὶ οἱ Ζιφαῖοι, καὶ οἱ 23.620 τούτοις παραπλήσιοι. Ἀλλὰ καὶ πᾶς ἄθεος λόγος πικρὸς ἂν εἴη, ὥσπερ ὁ θεῖος, χρηστὸς καὶ γλυκύς. ∆ιὸ εἴρηται· «Γεύσασθε, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος.» ∆εινὰ δὲ τόξα καὶ μάχαιραι ὡς ἀληθῶς ὀξεῖαι αἱ τῶν ἀθέων ἑτεροδόξων, τῶν τὰς ἀκεραίους ψυχὰς κατατοξευόντων, καὶ ταῖς ἑαυτῶν ῥομφαίαις κατασφαττόντων αὐτάς. Καὶ οἱ σοφοὶ δὲ τοῦ αἰῶνος τούτου, τὸν ἀπατηλὸν καὶ σεσοφισμένον λόγον προβαλλόμενοι, πολλὰς ἀνεῖλον ψυχάς. Εὐχῆς οὖν ἡμῖν δεῖ