210
συντεταμένης, πρὸς τὸ ῥυσθῆναι τούτων ἁπάντων. Μάλιστα δὲ οἱ προλεχθέντες τὸν ἁπλοῦν καὶ ἀφελῆ κατατοξεύειν πειρῶνται· διὸ λέλεκται· «Ἐνέτειναν τόξον, πρᾶγμα πικρὸν, τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον.» Καὶ τὸν ἀναίτιον δὲ ἄμωμον καλεῖ, τὴν κατὰ τῶν μηδὲν ἠδικηκότων ὑπογράφων συκοφαντίαν. Ἀντὶ δὲ τοῦ, «ἄμωμον, ἁπλοῦν,» ἡρμήνευσεν ὁ Ἀκύλας. Τὸν γὰρ ἁπλοῦν καὶ ἀπειρόκακον μάλιστα κατατοξεύειν οἱ τοιοῦτοι πειρῶνται· διὸ ἐπιλέγει· «Ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φοβηθήσονται.» Καιροφυλακοῦντες γὰρ οὗτοι, ἀθρόως καὶ ἀπροσδοκήτως ἐπέρχονται τῷ ἀμώμῳ, ἢ τῷ ἀπλῷ καὶ ἀκεραίῳ. ∆ιὸ γράφων που ὁ Ἀπόστολος πρὸς τοὺς τοιούτους φησί· «Φοβοῦμαι μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς ἐν Χριστῷ.» Τὸν γὰρ πεφραγμένον τὴν ψυχὴν οὐκ ἄν ποτε δύναιντο καταβαλεῖν οἱ προλεχθέντες, «οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, καὶ ἐνέτειναν τόξον, πρᾶγμα πικρὸν, τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον·» ἢ, «τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἁπλοῦν. Ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φοβηθήσονται.» Καὶ ὅρα τίνα τρόπον κατατοξεύσουσιν αὐτόν φησιν, ἀλλ' οὐκ ἐμὲ τὸν ταῦτα λέγοντα· τὸν δὲ ἁπλοῦν, τουτέστι τὸν ἀφελῆ καὶ ἀκέραιον, καὶ ἔτι μικρὸν, ὡς ἂν εἴποι τις, ἐξ ἐκείνων ὄντα περὶ ὧν ὁ Σωτὴρ ἐδίδασκε λέγων· «Μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τῶν ἐν τῇ Ἐκκλησίᾳ μου·» καὶ, «Ὅστις ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν, συμφέρει αὐτῷ βληθῆναι εἰς τὴν θάλασσαν.» Σκανδαλιζόμενον γὰρ κἀκεῖ ὁ Σωτὴρ οὐ μέγαν εἰσάγει, ἀλλὰ τὸν ἐν τῇ Ἐκκλησίᾳ μικρὸν, ὥσπερ ἐνταῦθα τὸν ἁπλοῦν. Οἱ τοίνυν ἐχθροὶ οὐδὲ τολμῶσι προσιέναι τοῖς μεγάλοις, οὐδὲ τοῖς παρὰ Θεῷ σοφοῖς· τοὺς δὲ ἁπλοῦς καὶ ἀκεραίους μάλιστα θηρεύουσι. ∆ιόπερ ὁ ∆αυῒδ, μνημονεύσας τῶν ἐχθρῶν, καὶ περὶ τίνας μάλιστα εἱλεῖσθαι εἰώθασιν οὗτοι παρέστησεν. «Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν· διηγήσαντο τοῦ κρύψαι παγίδας.» Τροπικῶς διὰ τῶν ἔμπροσθεν τοὺς τῆς ψυχῆς ἐχθροὺς τὴν ῥομφαίαν αὐτῶν ἀκονῆσαι καὶ τὰ τόξα ἐντεῖναι προειπὼν, σαφέστερον διὰ τῶν προκειμένων τίς ἦν ἡ ῥομφαία, καὶ τί τὸ τόξον παρίστησιν εἰπών· «Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν.» Οὐ γὰρ παρὰ τοῦ Θεοῦ λαβόντες λόγον, ἀλλ' ἑαυτοῖς πλασάμενοι καὶ συνθέντες, τοῦτον ἐκράτυναν. Τοιοῦτοι δέ εἰσιν οἱ συκοφάνται, καὶ οἱ κρατύνειν καὶ βεβαιοῦν πειρώμενοι ἃς ἑαυτοῖς ἀνεζωγράφησαν καὶ ἀνεπλάσαντο ψευδοδοξίας. Εἶτα δὲ τὸν πονηρὸν λόγον ὃν ἑαυτοῖς ἐκράτυναν ὁρῶντας 23.621 σαθρὸν, οὐ γυμνὸν αὐτὸν προβάλλονται, ἀλλὰ περι23.621 βάλλουσιν ἔξωθεν παγίσι, κρύπτοντες διά τινων σοφισμάτων καὶ παραλογισμῶν τὴν κατὰ τῶν ἐπιβουλευομένων συσκευήν· οὕτω γὰρ ἄληπτοι καὶ ἀθήρατοι ἔσεσθαι ὑπολαμβάνουσι. ∆ιὸ «εἶπαν» ἐν ἑαυτοῖς· «Τίς ὄψεται αὐτούς;» καὶ, «ἐξερεύνησαν ἀνομίας.» Οὐδὲν γὰρ ὠφέλιμον ἀπὸ τοῦ θείου νόμου ζητήσαντες εὗρον· ἀλλ' ἀνομίας ἑαυτοῖς ἐπενόησαν. Κατὰ δὲ τὸν Σύμμαχον, «ἐξερεύνησαν ἀνομίας σύμπαντες·» καὶ ἐπὶ τούτοις πολλὰ ζητήσαντες καὶ μυρία παρ' ἑαυτοῖς ἐπινοήσαντες, μηδὲν δὲ ἀληθὲς ἐπὶ τέλει εὑρόντες, ἐξέλιπον, πλέον οὐδὲν ἀπὸ τῆς πολλῆς ἐρεύνης κτησάμενοι. ∆ιὸ λέλεκται· «Ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσεις.» Τοσούτους τινὰς διέγραψεν ὁ ∆αυῒδ τοὺς ἐχθροὺς καὶ πολεμίους, ἐξ ὧν τὴν ἑαυτοῦ ψυχὴν ῥυσθῆναι ηὔχετο, ἐξερευνητικούς τινας, καὶ ζητητικοὺς ἀνομίας. Οἱ γὰρ τοιοῦτοι ψυχῆς ἀληθῶς ἂν εἶεν φονευταί· διὸ δὴ μάλιστα Θεὸν βοηθὸν ἐπὶ τῶν τοιούτων ἀνεκαλεῖτο, τοὺς αἰσθητοὺς πολεμίους καὶ τοὺς τοῖς σώμασι παραταττομένους ἐπ' οὐδενὶ λόγῳ τιθέμενος. «Προσελεύσεται ἄνθρωπος ἐν καρδίᾳ βαθείᾳ, καὶ ὑψωθήσεται ὁ Θεός. Βέλος νηπίων,» καὶ τὰ ἑξῆς. Οἱ μὲν τῆς ψυχῆς πολέμιοι, λόγοις πονηροῖς ἑαυτοὺς περιφράξαντες, καὶ τὰς ἑαυτῶν ἐγκρύψαντες παγίδας, ἀνομίας τε ἐξερευνῶντες, καὶ διὰ