211
τούτων τὰς ἑαυτῶν ῥομφαίας ἀκονήσαντες, καὶ ταῖς ἑαυτῶν γλώσσαις ἐντείναντες τόξα, τὸν ἄμωμον, ἢ τὸν ἁπλοῦν καὶ ἀκέραιον περιῄεσαν ζητοῦντες, ὅπως ἀνέλωσιν αὐτοῦ τὴν ψυχήν· ἀλλ' ἐκεῖνον μὲν ὁ Θεὸς ῥύσεται. Τῶν γὰρ μικρῶν ἐν τῇ Ἐκκλησίᾳ οἱ ἄγγελοι διὰ παντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς Πατρός. Προσελεύσεται δέ τις αὐτοῖς ἄνθρωπος, ἀληθῶς ἀνὴρ τέλειος καὶ φορῶν τὸν κατ' εἰκόνα Θεοῦ πεποιημένον, ὃς, ἐν καρδίᾳ βαθείᾳ πεφραγμένος, ἀκατάπληκτος αὐτοῖς παρατάξεται, πάντας τε αὐτοὺς καταλύσει, ὡς ὑψωθῆναι καὶ δοξασθῆναι δι' αὐτοῦ τὸν Θεὸν, καὶ πάντων ἐκείνων τὰ βέλη ἐλεγχθῆναι ἄτονα καὶ ἀσθενῆ, ὡς νηπίων λογισθῆναι βέλη τὰς πληγὰς αὐτῶν, καὶ τὰς γλώσσας αὐτῶν ἐπ' αὐτοὺς ἐξασθενῆσαι. Τοιοῦτος γάρ ἐστιν ὁ τοῦ Θεοῦ ἄνθρωπος, ὁ παραταττόμενος τοῖς προλεχθεῖσιν ἐν καρδίᾳ βαθείᾳ· ὡς δέχεσθαι μὲν αὐτὸν τὰς πληγὰς καὶ τὰ διὰ σοφισμάτων βέλη, γελᾷν δὲ αὐτὰ καὶ τὸ μηδὲν ἡγεῖσθαι, ὡς ὑπὸ νηπίων ἀτόνων κατ' αὐτοῦ πεμπόμενα. Εἶτα καὶ ἐπιλυόμενος αὐτῶν τὰ σοφίσματα, τὰς γλώσσας αὐτῶν καὶ τοὺς λόγους ἐξασθενοῦντας ἐλέγξει. Βαθεῖα δὲ καρδία ἡ μὴ ἐξ ἐπιπολῆς ἔχουσα τὰ μαθήματα, μηδὲ ἐν τῷ προφορικῷ λόγῳ σεμνυνομένη, ἀλλ' ἔνδον ἐν αὐτῇ τοὺς τῆς πίστεως θεμελίους ἐῤῥιζωμένους. Ἀκολούθως τοίνυν λογικούς τινας πολεμίους τὴν γλῶτταν ἀκονήσαντας, καὶ τόξα τοῖς χείλεσιν ἐντείνοντας ὑποστησάμενος, ἀντιτάττει αὐτοῖς ἄνθρωπον Θεοῦ καρδίαν βαθεῖαν κεκτημένον· καὶ τὸν μὲν Θεὸν διὰ τούτου δοξαζόμενον, ἐκείνους δὲ ἡττωμένους καὶ ἀσχημονοῦντας. «Ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτοὺς, καὶ ἐφοβήθη πᾶς ἄνθρωπος.» Ἀκόλουθον ἦν, τῶν δοκήσει σοφῶν ἀνατραπέντων καὶ τῶν τῆς ψυχῆς πολε 23.624 μίων ἀπελεγχθέντων ὑπὸ τοῦ ἀνθρώπου τοῦ Θεοῦ, τοὺς μὴ οὕτω δεινοὺς ἐν σοφίᾳ τοῦ αἰῶνος τούτου ταράττεσθαι. Τῆς γὰρ μερίδος ὄντες τῶν ἡττωμένων, ἄθεοι καὶ αὐτοὶ καὶ δυσσεβεῖς· πλὴν ὡς ἐν κακίᾳ τῆς ἐκείνων δεινότητος ἐλάττους, ὁρῶντες νενικημένους τοὺς ἑαυτῶν βελτίους, ταράττονται. ∆ιὸ λέλεκται· «Ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς.» Ὅ γε μὴν τοῦ Θεοῦ ἄνθρωπος καὶ πάντες οἱ τούτῳ φίλοι, διὰ τοῦ ἑνὸς τὰ κατ' ἐχθρῶν βραβεῖα ἀράμενοι, μειζόνως τὸν Θεὸν ἐφοβήθησαν, «καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ Θεοῦ,» καὶ τὰ δικαιώματα αὐτοῦ συνῆκαν. Εἰ γὰρ καὶ τὰ μάλιστα ἄνθρωπος ἐδόκει, καὶ καρδίᾳ βαθείᾳ τὴν τῶν πολεμίων ἀνατροπὴν πεποιῆσθαι, ἀλλὰ τοῖς συνετοῖς ἐγνωρίζετο, αὐτὸς ὢν ὁ Θεὸς ὁ τῆς νίκης αἴτιος. ∆ιὸ τὰ ἔργα τοῦ Θεοῦ ἀπήγγελλον, ὑμνοῦντες αὐτοῦ τὰ δι' ἀνθρώπων κατορθώματα. Οὗτοι μὲν οὖν, ὥσπερ θεαταὶ, τὸν Θεὸν δοξάζοντες ἐπὶ τῇ νίκῃ τοῦ νενικηκότος διετέλουν. Αὐτὸς δὲ ὁ νικητὴς «εὐφρανθήσεται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ' αὐτόν.» Οὐ γὰρ ἐφ' ἑαυτῷ μέγα φρονήσει, οὐδ' ἐπὶ τῇ νίκῃ ἐπαρθήσεται· χαρᾶς δὲ θείας καὶ εὐφροσύνης πληρωθήσεται, ὡς ὑπουργὸς καὶ διάκονος τοῦ νικοποιοῦ Θεοῦ γεγονώς. Τούτου δὲ εὐφραινομένου, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ ἐπαινεθήσονται, διὰ τοῦ ἑνὸς καὶ αὐτοὶ ὥσπερ νικηταὶ ἀποδειχθέντες. Ὅλον γὰρ τὸ τάγμα καὶ τὸ σῶμα τῶν ἁγίων ἐπαίνου τεύξεται· ἐπειδὴ, δοξαζομένου μέλους ἑνὸς, συνδοξάζεται πάντα τὰ μέλη, κατὰ τὸν ἱερὸν Ἀπόστολον. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ∆ΑΥΙ∆ Ω∆ΗΣ. Ξ∆ʹ. «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ.» Προφητείαν περιέχει μελλόντων εἰς τὸ τέλος ἀπαντήσεσθαι πραγμάτων· διὸ ἐπιγέγραπται· «Εἰς τὸ τέλος.» Τίνα δὲ ταῦτα, διδάσκει ἑξῆς λέγων, «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Οὐκέτι γὰρ μόνον τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ καὶ πᾶσα σὰρξ, τουτέστι πᾶν γένος ἀνθρώπων. Οὕτως γὰρ εἴωθεν ὁ Λόγος πάντας ἀνθρώπους σημαίνειν τοὺς πάλαι σαρκίνους καὶ γεώδεις. ∆ιὸ καὶ ἐν τῷ νόμῳ λέλεκται· «∆ιέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν