212
αὐτοῦ·» καὶ πάλιν· «Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» Ἀλλὰ τότε μὲν πᾶσα σὰρξ κατηγορεῖτο· νῦν δὲ ἥξειν πρὸς τὸν Θεὸν λέγεται. ∆ιὸ καὶ μετὰ τὸν ∆αυῒδ Ἰωὴλ, προφήτης γενόμενος, τὰ κάλλιστα πάσης σαρκὸς θεσπίζει λέγων· «Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν.» Ἀλλὰ καὶ ὁ Ἡσαΐας ταὐτὸν παρίστησιν εἰπών· «Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.» Σωτήριον δὲ Θεοῦ πάσῃ σαρκὶ γνωσθησόμενον τί ποτε ἦν ἄρα, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, καθὼς πολλάκις ἀπεδείξαμεν; Τοῦτο οὖν τὸ σωτήριον πᾶσιν ἀνθρώποις τοῖς πάλαι σαρκίνοις ἀποκαλυφθήσεσθαι προεφητεύετο. Εἰκότως οὖν καὶ ὁ μετὰ χεῖρας ψαλμὸς, τοῦτο αὐτὸ σημαίνων, ἐπισφραγίζεται τὴν ἐπαγγελίαν διὰ τοῦ φάναι· «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Ὑποκαταβὰς δὲ, σαφέστερον ἑρμηνεύει τὴν διάνοιαν ἐπιλέγων· «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς 23.625 πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν·» καὶ ἔτι σαφέστερον ἐπιλέγει· «Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.» Τὸ γὰρ φοβηθῆναι πάντας τοὺς κατοικοῦντας τὰ πέρατα ἀπὸ τῶν σημείων τοῦ Θεοῦ ἀγαθῶν ἦν καὶ σοφίας ἀρχή· ἐπείπερ «ἀρχὴ σοφίας φόβος Κυρίου.» ∆ιὰ δὴ ταῦτα «Εἰς τὸ τέλος» προγέγραπται ὁ ψαλμός· καὶ ἔστιν ᾠδῆς ψαλμὸς, ἐπινίκιον ὕμνον εἰς τὸν Σωτῆρα τῶν ἐθνῶν περιέχων. Ἐφ' οἷς τὸ Πνεῦμα τὸ ἅγιον τὸν ἐπὶ πάντων Θεὸν ἀνυμνεῖ φάσκον· «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιών.» Τίνα γὰρ ἐχρῆν ἄλλον ἐπὶ τῇ πάντων ἀνθρώπων σωτηρίᾳ ὑμνεῖσθαι ἢ τὸν παντὸς αἴτιον ἀγαθοῦ; ∆ιδάσκει δὲ τὸ αὐτὸ Πνεῦμα τοὺς προσιόντας ἐξ ἐθνῶν μόνῳ τῷ Θεῷ λέγειν· «Σοὶ πρέπει ὕμνος·» ὡς ἂν κατεγνωκότας ἑαυτῶν, ὅτε μὴ πρέποντας ὕμνους ἀνέπεμπον τῇ πολυθέῳ πλάνῃ. Πρέπει δὲ ὕμνος τῷ Θεῷ οὐ πᾶς, ἀλλ' ὁ ἐν Σιὼν ἀναπεμπόμενος, δηλαδὴ ὁ ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ. Σιὼν μὲν γάρ ἐστιν ἀληθινὴ ἡ ἐπουράνιος Ἱερουσαλὴμ, καὶ τὸ ἐπουράνιον ὄρος τοῦ Θεοῦ· περὶ οὗ διδάσκων ὁ Ἀπόστολος ἔλεγε· «Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς·» καὶ πάλιν· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν.» Αὕτη ἂν εἴη ἡ ἀληθὴς Ἱερουσαλὴμ, καὶ ἡ κυρίως ἀναδειχθεῖσα Σιὼν, ἐφ' ἧς καὶ βασιλεύειν λέλεκται ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ὥσπερ οὖν διδάσκει λέγων αὐτὸς ἐν βʹ ψαλμῷ· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ.» Ἡ αὐτὴ δ' ἂν εἴη ἡ καταγγελλομένη τοῖς τὸ Εὐαγγέλιον παραδεχομένοις βασιλεία οὐρανῶν. Εἰκὼν δ' ἐκείνης ἡ ἐπὶ γῆς γένοιτ' ἂν Ἐκκλησία· ὁμωνύμως καὶ αὐτὴ καλουμένη ποτὲ μὲν Σιὼν, ποτὲ δὲ Ἱερουσαλὴμ, καὶ ἄλλοτε θυγάτηρ Σιὼν, ἢ θυγάτηρ Ἱερουσαλήμ. Οὕτω γοῦν αὐτὴν οἱ προφῆται θεσπίζοντες ἀνηγόρευον. Ὁ τοίνυν ὕμνος ὁ ἐν τῇ Σιὼν, ἤτοι τῇ ἐπουρανίῳ, ἢ καὶ τῇ ἐπὶ γῆς Ἐκκλησίᾳ τοῦ Θεοῦ ᾀδόμενος, πρέποι ἂν μόνος τῷ ὑμνουμένῳ Θεῷ. Πᾶσα δὲ ἡ ἐκτὸς τῆς Ἐκκλησίας τοῦ Θεοῦ λεγομένη θεολογία, εἴτε παρὰ τοῖς Ἑλλήνων σοφοῖς, εἴτε παρὰ τοῖς ἀθέοις ἑτεροδόξοις, ἀπρεπὴς ἂν εἴη. Τῶν γὰρ παρ' Ἕλλησι σοφῶν οἱ μὲν εἰς ἀθεότητα παντελῆ καταπεπτώκασιν, οἱ δὲ τὴν πολύθεον πλάνην ἐσέμνυναν. Τῶν δὲ ἀθέων αἱρεσιωτῶν οἱ μὲν πλείστας καὶ ἐναντίας ἀρχὰς ὑπεστήσαντο, οἱ δὲ πονηραῖς καὶ φαύλαις δυνάμεσι τὴν τοῦ παντὸς διοίκησιν ἀνατεθείκασιν. Ἤδη δὲ καὶ αὐτῶν Ἰουδαίων παῖδες, ἀνθρωπόμορφον καὶ ἀνθρωποπαθῆ τὸν Θεὸν, τῷ μὴ νοεῖν τὰς Γραφὰς, εἰσάγοντες· ἀλλὰ καὶ μυρία ἔκτοπα καὶ ταπεινὰ μυθολογοῦντες, μακρὰν ἀποπεπτώκασι τοῦ πρέποντος ὕμνου. Μόνοι δὲ οἱ ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τὸν πρέποντα ὕμνον παρ' αὐτοῦ δεδιδαγμένοι τοῦ Σωτῆρος ἐπαξίως. τὸν Πατέρα θεολογοῦσιν· ὃ δὴ παρίστησι διὰ τῆς μετὰ χεῖρας φάσκων ᾠδῆς· «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιών.» Ἀπρεπὴς δὲ ὕμνος λεχθείη ἂν ὁ δαίμοσι πονηροῖς