213
καὶ πνεύ 23.628 μασιν ἀκαθάρτοις ἀναπεμπόμενος· ἀπρεπὴς δέ ἐστι καὶ ὁ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις καὶ τοῖς λοιποῖς τοῦ κόσμου μέρεσιν ὑπὸ τῶν ταῦτα θεοποιούντων ᾀδόμενος. Καὶ ἔτι μᾶλλον αἰσχίων καὶ ἀπρεπέστατος ὁ δι' αἰσχρῶν καὶ ἀκολάστων ᾀσμάτων τοῖς περὶ θεῶν ἐρωτικοῖς διηγήμασιν ἀναπλαττόμενος. Μόνος δ' ἐκεῖνος ὡραῖος λεχθείη ἂν καὶ εὐπρεπὴς ὕμνος, ὁ τῷ μόνῳ Ποιητῇ καὶ ∆ημιουργῷ καὶ Βασιλεῖ τῶν ὅλων Θεῷ ἀναπεμπόμενος, ᾧ καὶ τὰς εὐχὰς ἀποδιδόναι προσήκει, καὶ τοῦτο ποιεῖν μὴ ἐκτὸς τῆς Ἐκκλησίας αὐτοῦ. ∆ιὸ λέλεκται κατὰ τοὺς Ἑβδομήκοντα· «Καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ.» Εὐχὴν δὲ σύνηθες τῇ θείᾳ Γραφῇ καλεῖν τὴν ἐπαγγελίαν, ἣν ἂν ἐπαγγέλληταί τις τῷ Θεῷ, ἤτοι σωφρονεῖν ταξάμενος καὶ τὸν ἑαυτοῦ βίον ἀναθεῖναι τῇ κατὰ Θεὸν φιλοσοφίᾳ, ἢ τῶν κτημάτων ἀφιερῶσαί τι, ἢ τάξασθαί τινα σεμνὴν ἐπαγγελίαν πρέπουσαν τῷ κατὰ Θεὸν βίῳ. ∆ιὸ λέλεκταί που· «Ἐὰν εὔξῃ εὐχὴν, μὴ χρονίσῃς ἀποδοῦναι· ἀγαθὸν τὸ μὴ εὔξασθαι, ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι.» Πρέπει τοίνυν πρῶτα μὲν ἐπαξίως τὸν τῶν ὅλων Ποιητὴν καὶ Σωτῆρα ἀνυμνεῖν· ἔπειτα δι' ἔργων ἀκόλουθα πράττειν τῇ θεολογίᾳ ἐν ἀγαθαῖς ἐπαγγελίαις. Ἐπειδὰν δὲ καὶ τὸν ὕμνον πρεπόντως καὶ τὰς εὐχὰς ἀποδῶμεν αὐτῷ, τηνικαῦτα, ὡς ἂν τὰ παρ' ἑαυτῶν πεπληρωκότες, παῤῥησίας μεθέξομεν· ὥστε λέγειν· «Εἰσάκουσον προσευχῆς.» Ἀκριβῶς δ' ἐνταῦθα προσευχῆς, ἀλλ' οὐκ εὐχῆς εἴρηται· ἡ μὲν γὰρ ἐπαγγελίαν ἐδήλου· ἡ δὲ προσευχὴ δέησιν καὶ ἱκετηρίαν, ἣν τὸ Πνεῦμα τὸ ἅγιον ὑπὲρ ἡμῶν ἐποιεῖτο, πρέπουσαν ἱκετηρίαν προσαγαγὸν τῷ Θεῷ καὶ λέγον· «Εἰσάκουσον προσευχῆς.» Τίνων δὲ προσευχῆς εἰσάκουσον; Παρίστησιν ἑξῆς, τῶν ἐθνῶν τὴν κλῆσιν θεσπίζον· διό φησι· «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Ὑπερηύχετο δὲ τὸ Πνεῦμα τὸ ἅγιον πάσης σαρκὸς, ἵν' ἐπειδὰν ἐπιστραφῇ πᾶσα σὰρξ πρὸς τὸν Θεὸν, καὶ ἐπικαλῆται αὐτὸν, τύχοι αὐτοῦ ἐπηκόου. ∆ιὸ οὐκ εἶπεν· «Εἰσάκουσον τῆς ἐμῆς προσευχῆς·» ἀλλ'· «Εἰσάκουσον προσευχῆς, πρὸς σὲ πᾶσα σὰρξ ἥξει·» ὡσεὶ σαφέστερον ἔλεγεν· Ἐπειδὴ μέλλει πᾶσα σὰρξ καὶ πᾶν γένος ἀνθρώπων ἀναχωρεῖν μὲν τῆς πολυθέου πλάνης, ἐπιστρέφειν δὲ ἐπὶ σὲ τὸν μόνον ἀληθινὸν Θεὸν, ὕμνους τέ σοι ἀναπέμπειν καὶ εὐχὰς ἀποδιδόναι, προσευχάς τε καὶ ἱκετηρίας ποιεῖσθαι, εἰσάκουσον τῆς αὐτῶν προσευχῆς. «Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς, καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ.» Σφόδρα ἀκολούθως μετὰ τὰ περὶ πάσης σαρκὸς λελεγμένα, ἐπενήνεκται τὰ προκείμενα τῆς ὠνομασμένης πάσης σαρκὸς ἐξομολόγησιν περιέχοντα. Οἱ γοῦν ἐξ ἁπάντων τῶν ἐθνῶν τῶν πάλαι σαρκίνων τῆς δεισιδαίμονος πλάνης ἐπιστρέψαντες διδάσκονται ὑπὸ τοῦ θείου Πνεύματος ὁμολογεῖν ἐν ὁποίοις ποτὲ κακοῖς γεγόνασι, τῶν τε οἰκείων ἀσεβημάτων μνημονεύειν. ∆ιό φησι· «Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς, καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ.» Ταῦτα μὲν οὖν λεγόμενα ἐκ προσώπου τῆς ἀποδοθείσης πάσης σαρκὸς πολλὴν ἂν ἔχοι ἀκολουθίαν. Ἐπεὶ δὲ «τοῦ ∆αυῒδ» ἐπιγέγραπται ἡ ᾠδὴ 23.629 τοῦ ψαλμοῦ, ζητήσειεν ἄν τις, πότε τὸν ∆αυῒδ ἢ τοὺς σὺν αὐτῷ λόγοι ἀνόμων ὑπερεδυνάμωσαν· ἢ κατὰ τὸν Σύμμαχον, «κατεδυνάστευσαν·» ποίας δὲ καὶ ἀσεβείας ἐκτήσατο ὁ τοσοῦτος τοῦ Θεοῦ προφήτης καὶ οἱ σὺν αὐτῷ, ἐπείπερ, «τὰς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ,» φησίν. Ἀλλὰ γὰρ, ὡς ἀποδεδώκαμεν, προφητικῶς τὸ Πνεῦμα τὸ ἅγιον, τῆς τῶν ἐθνῶν κλήσεως μνημονεῦσαν, καὶ φῆσαν· «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει,» ἀκολούθως τὴν ἐξομολόγησιν αὐτῶν διαγράφει, ἐξ αὐτῶν προσώπου φάσκον· «Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς,» τουτέστι κρείττους ἡμῶν γεγόνασι καὶ δυνατώτεροι ἡμῶν οἱ τῶν ἀνόμων λόγοι. Ἄνομοι δὲ πάντες ἦσαν οἱ πρῶτοι συστησάμενοι τὴν τῶν εἰδώλων θεοποιίαν· λόγοι τε αὐτῶν οἱ διὰ ποιητῶν καὶ τῶν σοφῶν τοῦ αἰῶνος τούτου περὶ τῆς πολυθέου πλάνης ἐν συγγράμμασι καταβεβλημένοι. Ἀλλ' οὗτοι μὲν «κατεδυνάστευσαν ἡμῶν,» κατὰ τὸν