214
Σύμμαχον· σὺ δ' οὐχ ὑπερεῖδες ἡμᾶς, ∆έσποτα· ἱλάσω δὲ τὰς ἀσεβείας ἡμῶν, καταπέμψας ἡμῖν τὸν ἱλασμὸν, δι' οὗ κατέστης ἡμῖν ἵλεως, ὑπερβὰς ἡμῶν τὰς ἀσεβείας. Τίς δέ ἐστιν ὁ ἱλασμὸς, διδάσκει λέγων ὁ Ἀπόστολος περὶ τοῦ Σωτῆρος· «Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι·» καὶ πάλιν· «Αὐτὸς ἱλασμός ἐστιν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· οὐχ ὑπὲρ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ ὑπὲρ ὅλου τοῦ κόσμου.» «Μακάριος ὃν ἐξελέξω καὶ προσελάβου, κατοικήσει ἐν ταῖς αὐλαῖς σου.» Οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν ἐπιστρέψαντες, τὰς ἑαυτῶν ἀσεβείας ἐξομολογησάμενοι, καὶ ὡς κατηξιώθησαν τοῦ ἱλασμοῦ, προκοπὴν ἐπιδείκνυνται, καὶ ψυχῆς ὠφέλειαν πολλὴν, γνῶσιν ἀνειληφέναι διδάσκοντες τοῦ ἀληθῶς μακαρίου. Πάλαι μὲν γὰρ τὸν θνητὸν βίον καὶ τὴν πρόσκαιρον ζωὴν μόνην εἰδότες, πάντως που ἐμακάριζον τοὺς ταύτης ἀπολαύοντας, τέλος ἡδονὴν ὁριζόμενοι, καὶ πλούτους, καὶ τὴν ἐν σώματι τρυφήν· νῦν δ' ὅτε τετυχήκασι τοῦ ἱλασμοῦ, καὶ τὰς ἑαυτῶν ἀσεβείας ἀπεκαθήραντο, γνῶσιν ἀνειλήφασι τοῦ ἀληθῶς μακαρίου· καὶ τοῦτον εἶναί φασι τὸν ὑπὸ Θεοῦ ἐκλεγόμενον καὶ τῆς ὑπ' αὐτοῦ προσλήψεως κατηξιωμένον· διό φασι· Πάντες ἡμεῖς τῆς κλήσεως κατηξιώμεθα οἱ πάλαι ὄντες σάρξ· ἀλλ' ἴσμεν, ὅτι πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Εἰκότως οὖν ὡς ἂν σπάνιον μακαρίζομεν τὸν ἐκλεκτόν. Τίς δέ ἐστιν οὗτος ἀλλ' ἢ ὁ ἀφορισθεὶς τῶν πολλῶν καὶ ἀναληφθεὶς ὑπὸ τοῦ Θεοῦ; Καὶ πῶς γὰρ οὐ μακάριος ἀληθῶς ὁ τοιοῦτος, ὁπότε, τῶν δύο τούτων τυχὼν, λέγω δὲ τῆς ἐκλογῆς καὶ τῆς τοῦ Θεοῦ προσλήψεως, ἑτέρου κρείττονος καταξιωθήσεται; κατοικήσει γὰρ ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ. Καὶ ταύτην λοιπὸν τὴν μονὴν εὑρὼν καὶ τὴν ἀνάπαυλαν, ἐνταῦθα στηριχθήσεται· τὸ τέλος ἀγαθὸν τοῦτο ἀπολαύων, οὗ τυχεῖν καὶ ἄλλος ηὔχετο προφήτης ὁ εἰπών· «Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου.» Αὐλαὶ δὲ τοῦ Κυρίου εἰσὶν αἱ κατ' οὐρανὸν μοναὶ, περὶ ὧν εἴρηται ἐν Εὐαγγελίῳ· «Πολλαὶ μοναὶ 23.632 παρὰ τῷ Πατρί.» Ὁ τοίνυν ἐξ ἐθνῶν πάλαι μὲν ὢν σὰρξ, μεταβαλὼν δὲ καὶ γενόμενος Θεοῦ ἄνθρωπος, μακαρίζει τὸν ἐξαίρετον καὶ ἤδη ἐκλεκτόν· ὡς ἂν προσληφθέντα ὑπὸ τοῦ Θεοῦ καὶ παραληφθέντα εἰς τὰς αὐλὰς τῆς ἐπουρανίου Ἱερουσαλήμ. «Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.» Οἱ προλεχθέντες, τυχεῖν εὐχόμενοι καὶ αὐτοὶ τῶν ἐπουρανίων ἀγαθῶν, ὧν ἠξίωται ὁ προειρημένος μακάριος, φασίν· «Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου.» Ἔγνωσαν γὰρ τὸν οἶκον τοῦ Θεοῦ τὸν ἐπουράνιον, οὗ ἐν ταῖς αὐλαῖς ὁ ἤδη ἐκλεκτὸς κατατέτακται. ∆ιὸ ἱκετεύουσι καιρῷ ποτε καὶ αὐτοὶ τυχεῖν τῶν ἐπουρανίων ἀγαθῶν. Εἰ δὲ καὶ οἶκος Θεοῦ ἡ Ἐκκλησία αὐτοῦ ἐστι κατὰ τὸν Ἀπόστολον φήσαντα· «Ἵνα ἴδῃς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας·» εἰκότως φασὶν, ὅτι Ὁ μὲν μακάριος ἤδη τῆς παρὰ σοὶ τετύχηκεν ἐκλογῆς· ἡμεῖς δὲ οἱ μηδέπω τοιοῦτοι, ἔτι δὲ περιβεβλημένοι ἀγαπῶμεν ἐντεῦθεν ἤδη τῶν ἐν τῷ οἴκῳ σου ἀγαθῶν ἀπολαύοντες, λόγων δηλαδὴ θείων καὶ τῶν τῆς σοφίας μαθημάτων τε καὶ χαρισμάτων τοῦ ἁγίου Πνεύματος, οἷς κεκόσμηται ὁ οἶκος τοῦ Θεοῦ· «Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ χαρίσματα ἰαμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν,» καὶ ὅσα ἄλλα κατέλεξεν ὁ θεῖος Ἀπόστολος. Ἐν τούτοις οὖν ἑαυτοὺς παρασκευάζουσιν οἱ τῶν κρειττόνων ἐφιέμενοι. Εἶτ' ἐπειδὴ περὶ οἴκου Θεοῦ ἐμνημόνευσαν, ἀκολούθως ὁποῖος οὗτος τυγχάνει διδάσκουσι λέγοντες· «Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.» Οὗτος γὰρ ἦν ὁ οἶκος τοῦ Θεοῦ, ὁ ἅγιος αὐτοῦ νεώς. Νεὼν δὲ ἄκουε τοῦ Θεοῦ ἅγιον οὐ τοίχων καὶ ὀρόφων οἰκοδομήματα, ἀλλὰ τὸν ἐκ ψυχῶν ἐκλεκτῶν συνεστῶτα ἤδη. Λίθοι ζῶντες οἱ