215
ἅγιοι, καὶ οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον τὸ σύστημα τῶν θεοσεβῶν εἶναι ὁ ἱερὸς Ἀπόστολος ἐδίδαξεν εἰπών· «Ὑμεῖς δὲ πάντες οἶκος Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν· εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Τοῦτο δὲ εἰπὼν, συνῳδὰ τῷ μετὰ χεῖρας ἐδίδασκε λόγῳ φάσκοντι· «Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.» Ὡς γὰρ τῶν αἰσθητῶν ναῶν θαυμάζεται πολλάκις ἡ κατασκευὴ διὰ φιλοκάλου πολυτελείας γενομένη· χρυσόροφα γοῦν καὶ διάγλυφα τεκταίνουσι, φιλοκαλοῦντες, ὕλῃ τε κιόνων καὶ μαρμάρων κατακοσμοῦσι τὰς οἰκοδομάς· τὸν αὐτὸν τρόπον ὁ τοῦ Θεοῦ νεὼς ἅγιος ὢν, καὶ τοῦτο πρῶτον κάλλιστον ἀγαθὸν κεκτημένος, τὸν ἔξωθεν περιβέβληται κόσμον, πολυποικίλῳ σοφίᾳ Θεοῦ, δικαιοσύνῃ τε καὶ ταῖς λοιπαῖς ἀρεταῖς, τοῖς τε τοῦ ἁγίου Πνεύματος χαρίσμασι πεποικιλμένος, ὡς ἔκπληξιν ἐμποιεῖν καὶ θαῦμα παρέχειν τοῖς ὁρῶσιν. Ὅθεν οἱ καταξιούμενοι τῆς ἐν αὐτῷ διατριβῆς χαίροντές φασι· «Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός 23.633 σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.» Τήρει δὲ ὅπως ταῦτα κατὰ τοὺς χρόνους ἐλέγετο τοῦ ∆αυῒδ, καθ' οὓς ὁ αἰσθητὸς ὑπὸ Σολομῶνος οὐδέπω κατεσκεύαστο νεώς· δεικνύντος ἐναργῶς τοῦ λόγου, ὅτι ὁ ἀληθῶς ναὸς τοῦ Θεοῦ οὐχ ὁ ἐκ λίθων ἀψύχων ᾠκοδομημένος ἦν, ἀλλ' ὁ ἀποδοθεὶς ἡμῖν κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν. Καὶ ἄλλως δὲ καθ' ἑτέραν ἐκδοχὴν, ἐπειδὴ ἀνωτέρω ἐμακάρισαν τὸν ἐκλεγέντα καὶ ἀναληφθέντα ὑπὸ τοῦ Θεοῦ, κατοικήσαντά τε ἤδη ἐν ταῖς αὐλαῖς αὐτοῦ ταῖς ἐπουρανίοις, εἰκότως καὶ αὐτοὶ τέως μένοντες κλητοὶ, εὐχόμενοι δὲ ἐκλεκτοὶ γενέσθαι καὶ τῶν αὐτῶν ἐπουρανίων μονῶν καταξιωθῆναι, ἐλπίδας ἀγαθὰς ἑαυτοῖς ὑπογράφουσιν, ἱκετεύοντες τυχεῖν τοῦ αὐτοῦ ἐπουρανίου οἴκου καὶ τῶν ἐν αὐτῷ ἀγαθῶν. Εἶθ' ὡς μεμαθηκότες ὁποῖός ἐστιν ὁ ἐπουράνιος τοῦ Θεοῦ οἶκος, ἑρμηνεύουσι τὴν ἀρετὴν αὐτοῦ φάσκοντες· «Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.» Ναὸς δὲ ἐπουράνιος καὶ ἀληθῶς ἐπάξιος τοῦ Θεοῦ, ἐν ᾧ κατοικῶν ἐπινοεῖται ὁ τῶν ὅλων Θεὸς, τίς ἂν γένοιτο, ἢ ὁ μονογενὴς αὐτοῦ Λόγος, εἰς ὃν εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι; Οὗτος οὖν ἀληθῶς θαυμαστός ἐστιν ἐν δικαιοσύνῃ· ἐπειδὴ γέγονεν ἡμῖν αὐτὸς σοφία ἀπὸ τοῦ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν.» Ὁ μὲν δὴ ἐκλελεγμένος ὑπὸ σοῦ καὶ ἀναληφθεὶς εἰς τὸν ἐπουράνιον ναὸν μακάριος ἀληθῶς καὶ τρισμακάριος· ἡμεῖς δὲ ἐν ἐπαγγελίαις ὄντες τῶν προλεχθέντων ἀγαθῶν, ἐλπίσι τε ἀνηρτημένοι, ἤδη ποτὲ τούτων τυχεῖν εὐχόμεθα· διὸ παρακαλοῦμεν λέγοντες· «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν·» ἐπακούσας δὲ, μακαρίους γενέσθαι καταξίωσον, καὶ ἡμᾶς προσλαβόμενος, καὶ ἐκλεξάμενος καὶ κατοικίσας ἐν ταῖς αὐλαῖς σου· ἵν' ἐκεῖ γενόμενοι πλησθῶμεν τῶν ἀγαθῶν τοῦ οἴκου σου. Ἀγαθὰ δὲ τοῦ ἐπουρανίου οἴκου, ὁποῖα ἄν τις νοήσειεν, ἢ οἷα ὁ θεῖος Ἀπόστολος διέγραψεν εἰπών· «Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν;» Ἐπάκουσον τοίνυν ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, καὶ ἐπακούσας καταξίωσον καὶ ἡμᾶς τῶν ἀγαθῶν τοῦ οἴκου σου. Ταῦτα διδάσκονται λέγειν οἱ πάλαι ὄντες σάρκες, τῆς δὲ τοῦ Θεοῦ κλήσεως κατηξιωμένοι. Ἐπικαλοῦνται δὲ εὐκαίρως ἐν τούτοις τὸν ἑαυτῶν Σωτῆρα, ὃν καὶ ἀνωτέρω ἱλασμὸν ὠνόμασαν εἰπόντες, «καὶ τὰς ἀνομίας ἡμῶν σὺ ἱλάσῃ.» Καὶ ἐνταῦθα δὲ τὸν Σωτῆρα ἡ Ἑβραϊκὴ Γραφὴ τούτοις ἐγγράφει τοῖς χαρακτῆρσι, δι' ὧν καὶ ὁ ἡμέτερος Σωτὴρ Ἰησοῦς γράφεται. Τοῦτον δὲ αὐτὸν τὸν Σωτῆρα καὶ τὸν ἱλασμὸν, «ἐλπίδα πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακρὰν» ὀνομάζουσιν, ἄντικρυς παριστῶντες μηδὲν ταῦτα πρὸς Ἰουδαίους· οὐ γὰρ