216
μόνοις αὐτοῖς, πᾶσι δὲ τοῖς ἔθνεσι τὴν τοῦ Σωτῆρος χάριν εὐαγγελίζεσθαι, οἷς γνώμην Θεοῦ καὶ ἐπιστήμην θεσπίζουσιν· ὡς μηκέτι τὰς ἐλπίδας ἀναρτᾷν ἐπὶ τοὺς πάλαι νομιζομένους αὐτῶν θεοὺς, ἀλλ' ἐπὶ 23.636 μόνον τὸν αὐτῶν γενόμενον Σωτῆρα. «Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ, περιεζωσμένος ἐν δυναστεία.» Ἀντὶ τοῦ, «ἑτοιμάζων ὄρη, ἥδρασας ὄρη,» ὁ Σύμμαχος ἡρμήνευσεν. Ἐπάξει δὲ ὁ λόγος τὰς περὶ τοῦ προλεχθέντος Σωτῆρος θεολογίας. Σὺ γὰρ εἶ, φησὶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς ὁ τάδε καὶ τάδε τῇ σαυτοῦ δυνάμει μεγαλουργήσας. Πρῶτον μὲν ἡτοίμασας ὄρη ἐν τῇ ἰσχύϊ σου περιζωσάμενος δυναστείαν· εἶτα συνετάραξας τὸ κύτος τῆς θαλάσσης, καὶ τῶν κυμάτων αὐτῆς τὸ ἦχος ἐπράϋνας· εἶτα διὰ τούτων ἐτάραξας ἔθνη. Τούτων δὲ γενομένων, τὰ μεγάλα ὠφελήθησαν οἱ κατοικοῦντες τὰ πέρατα. Ἔγνωσαν γάρ σε, καὶ ἐφοβήθησαν ἀπὸ τῶν σημείων σου, ὡς μηκέτι λοιπὸν ἄλλην τινὰ ἐλπίδα πρὸ ὀφθαλμῶν τίθεσθαι ἢ σέ. ∆ιὸ ἀνωτέρω ἐλέγετο· «Ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς.» Οὗτοι γὰρ οἱ τὰ πέρατα τῆς γῆς οἰκοῦντες ἐν τοῖς προκειμένοις φοβηθήσεσθαι τὸν Θεὸν ἀπὸ τῶν σημείων αὐτοῦ θεσπίζονται ὑπὸ τοῦ φήσαντος λογίου· «Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.» Ποῖα δὲ ἦν τὰ σημεῖα, ἅπερ θεασάμενοι οἱ κατοικοῦντες τὰ πέρατα ἐφοβήθησαν τὸν Θεὸν καὶ εἰς αὐτὸν ἤλπισαν, προεδίδαξεν εἰπών· «Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ, περιεζωσμένος ἐν δυναστείᾳ, ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς.» Τίς ὑποστήσεται; «Ταραχθήσονται ἔθνη.» Ταῦτα θεασάμενοι οἱ κατοικοῦντες τὰ πέρατα, ἐφοβήθησαν ἀπὸ τῶν σημείων αὐτοῦ. ∆ηλοῦται δὲ διὰ τούτων ἡ τῶν πάλαι ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ πονηρῶν πνευμάτων ταπείνωσις καὶ ἡ καθαίρεσις τῆς διαβολικῆς παρατάξεως, ἀρχῶν δηλαδὴ καὶ ἐξουσιῶν, καὶ κοσμοκρατόρων καὶ πνευματικῶν τῆς πονηρίας· ἅτινα πάλαι μὲν κατεκράτει τῶν ἐπὶ γῆς οἰκούντων ἐθνῶν, συνεκύκα τε καὶ συνετάραττε τὴν τοῦ ἀνθρωπείου βίου θάλασσαν, ὡς θεῶν δόξαν ἀποστέλλειν παρὰ πᾶσι τοῖς τὸ τῆς γῆς οἰκοῦσι στοιχεῖον. Καθῄρηται δὲ πάντα καὶ ἀνατέτραπται διὰ τῆς σωτηρίου θεοφανείας. Τὰ ὅμοια δὲ τούτοις καὶ ἄλλος προφήτης ὧδε θεσπίζει λέγων· «Ἀκούσατε, λαοὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ· καὶ ἔσται ὁ Θεὸς ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. ∆ιότι ἰδοὺ Κύριος καταβήσεται ἐκ τοῦ τόπου αὐτοῦ· καὶ ἐπιβήσεται, Κύριος ἐπὶ τὰ ὕψη τῆς γῆς. Καὶ συντριβήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ· καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς δι' ἀσέβειαν Ἰακώβ· ταῦτα πάντα καὶ δι' ἁμαρτίαν οἴκου Ἰσραήλ.» Ἀλλὰ καὶ ἐν τῷ ιζʹ ψαλμῷ, τὴν ἐξ οὐρανῶν ἐπὶ γῆς κατάβασιν τοῦ αὐτοῦ Κυρίου περιέχοντι λέλεκται· «Καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Κύριος.» Σημαίνεται δὲ διὰ τούτων κάθοδος τοῦ Κυρίου, δηλαδὴ τοῦ Θεοῦ Λόγου· εἶτ' ἐπὶ τῇ εἰς ἀνθρώπους καθόδῳ αὐτοῦ τῶν ἀφανῶν καὶ ἀοράτων δυνάμεων τῶν πάλαι εἰς ὕψος ἐπηρμένων, καὶ παρὰ πᾶσι τοῖς ἔθνεσι τετιμημένων καθαίρεσις καὶ ταπείνωσις καὶ σκεδασμός. 23.637 ∆ιὸ καὶ ἐν τοῖς μετὰ χεῖρας εἴρηται· «Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ, περιεζωσμένος ἐν δυναστείᾳ.» ∆υναστείᾳ γὰρ περιεζωσμένος, τῇ αὐτοῦ ἰσχύϊ, τὰ προλεχθέντα ὄρη οὔπω μὲν εἰς τὸ παντελὲς ἀπώλεσεν· ἡτοίμασε δὲ εἰς τιμωρίαν τέως ἀφορίσας αὐτὰ καὶ ἀποστήσας τῆς κατὰ τῶν ἀνθρώπων τυραννίδος· ἀλλὰ καὶ τὸ κύτος τῆς θαλάσσης τῇ ἑαυτοῦ δυναστείᾳ κατέπαυσε. ∆ιὸ λέλεκται· «Συνταράσσων τὸ κύτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς.» Ἀντὶ δὲ τοῦ, «ὁ συνταράσσων,» ὁ μὲν Ἀκύλας, «καταστέλλων·» ὁ δὲ Θεοδοτίων, «καταπραΰνων,» καὶ ἡ πέμπτη ἔκδοσις, «ὁ καταπραΰνων,» ἡρμήνευσαν. Λέγει δ' οὖν ὁ Ἀκύλας· «Καταστέλλων ἦχον θαλάσσης, θόρυβον κυμάτων αὐτῆς καὶ ὄχλον φυλῶν.» Ὥσπερ γὰρ τὰ προλεχθέντα ὄρη εἰς τὴν μέλλουσαν αὐτὰ