218
τοὺς ἑσπερινοὺς καιροὺς ὕμνοι τυγχάνουσι. ∆ιὸ λέλεκταί που· «Ἡδυνθείη αὐτῷ ἡ αἴνεσίς μου·» καὶ πάλιν· «Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή·» καί· «Γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου.» Καὶ αὗται οὖν αἱ τέρψεις σημεῖα τυγχάνουσι τοῦ Σωτῆρος. Καὶ ἄλλο δὲ πρὸς τούτοις σημεῖον μέγιστον καταριθμεῖται ἑξῆς λέγων· «Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν.» Ὡς γὰρ νοσοῦντα ἰατρὸς ἐφορᾷ καὶ ἐπισκέπτεται, ἐπιμέλειαν ποιούμενος τοῦ πάθους, πάντα τε τὰ πρὸς ἴασιν καὶ σωτηρίαν συντελοῦντα συμβαλλόμενος· τὸν αὐτὸν τρόπον καὶ σὺ ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, περιζωσάμενος δυναστείαν τῇ ἰσχύϊ σου, ταῦτα πάντα εἰργάσω· τὰς μὲν ἀντικειμένας καθεῖλες δυνάμεις, συνεστήσω δὲ ἐπὶ γῆς πρωϊνὰς καὶ ἑσπερινὰς τέρψεις· καὶ ταῦτ' ἔπραξας, καταξιώσας τῆς σεαυτοῦ ἐπισκοπῆς τοὺς ἐπὶ γῆς ἀνθρώπους, δι' ἧς μυρία αὐτοῖς ἀγαθὰ δεδώρηται· ὡς πληρῶσαι αὐτοὺς καὶ μεθῦσαι ταῖς ἀγαθαῖς σου χορηγίαις, πλουτίσαι τε αὐτοὺς κατὰ τὸν Ἀπόστολον φήσαντα· «Ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει·» ἢ κατὰ τὸν Σύμμαχον φήσαντα· «Πολυκαρπίᾳ πλουτίσεις αὐτήν.» Πῶς δὲ ἐμέθυσε τὴν γῆν, καὶ πῶς ἐπλούτισε καὶ ἐπλήρωσεν αὐτὴν πολυκαρπίας, διασαφεῖ λέγων ἑξῆς· «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.» Τὸν γὰρ σεαυτοῦ ποταμὸν τοῦ ἁγίου Πνεύματος, τὸν ἀπὸ τῆς· ἐν σοὶ 23.641 πηγῆς ἀναβλυσταίνοντα, τοῖς ἐπὶ γῆς οἰκοῦσι δωρησάμενος, τὴν λογικὴν καὶ νοερὰν αὐτῶν χώραν γῆν ὀνομαζομένην, πολλῷ τῷ ῥεύματι κατακλύσας, μεθύσας τοῖς τῆς σοφίας ὀμβρήμασιν, «ἐπλήθυνάς τε τοῦ πλουτίσαι αὐτὴν» τοῖς τοῦ ἁγίου Πνεύματος διαφόροις χαρίσμασι. Τούτου δὲ «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Καὶ ὁ Σωτὴρ δὲ περὶ τοῦ αὐτοῦ ἐδίδασκε λέγων· «Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον. Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.» Οὗτος οὖν ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων· ὥστ' ἂν εἰπεῖν· «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» Πολλῶν δὲ ὑδάτων ὁ ποταμὸς πεπλήρωται, διὰ τὸ μὴ ὁμοίους εἶναι τοὺς ἐξ αὐτοῦ ποτιζομένους. ∆ιαφόρων δὲ ὄντων ταγμάτων τῶν μεταλαμβανόντων αὐτοῦ, εἰκότως ἑκάστῳ παρέχων τὰ πρόσφορα, πολλῶν ὑδάτων πεπληρῶσθαι λέγεται· ὧν μεταλαβοῦσα ἡ λογικὴ χώρα, τὰς ἐπιτηδείους ἑκάστῳ δίδωσι τροφὰς, καὶ τοὺς ἐπαξίους τοῦ τοσούτου ποταμοῦ καρπούς. ∆ιὸ λέλεκται· «Ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία.» Κατὰ δὲ τὸν Σύμμαχον· «Τελεσφορήσεις, φησὶ, τὴν σπερματίαν αὐτῆς, ὅτι οὕτως ἥδρασας αὐτὴν,» δηλονότι τὴν γῆν, «καὶ ἐμέθυσας αὐτὴν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν.» Τῷ οὖν ποταμῷ τῷ σῷ τελεσφορήσεις τὴν σπερματίαν αὐτῆς, τουτέστι τὰ σπέρματα ἐν αὐτῇ καταβληθέντα σὺ αὐτὸς διὰ τοῦ σαυτοῦ ποταμοῦ τελεσφορηθῆναι ποιήσεις, ὡς τελείους ἀποδοῦναι τοὺς στάχυς. Οὕτω γοῦν κατὰ τὸ Εὐαγγέλιον, ἡ μὲν ποιήσει λʹ, ἡ δὲ ξʹ, ἡ δὲ ρʹ, τῆς ἀνθρωπίνης ψυχῆς γῆς ὀνομαζομένης, καὶ κατὰ τὴν σωτήριον παραβολήν· «Τοὺς αὔλακας αὐτῆς μέθυσον· πλήθυνον τὰ γεννήματα αὐτῆς· ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.» ∆ιεξελθὼν ὁ προφητικὸς λόγος τὰ σημεῖα τῆς τοῦ Σωτῆρος ἀρετῆς, καὶ τῇ τοῦ Πνεύματος προγνώσει τὰ ἐσόμενα, ὡς ἤδη δι' ἔργων κεχωρηκότα τεθεαμένος· ὅπως μὲν τῶν ἀντικειμένων ἀνατροπὴν εἰργάσατο, ὅπως δὲ ἐπεσκέψατο τὴν γῆν καὶ ἐμέθυσεν αὐτὴν, καὶ ὡς ἐπλήθυνε τοῦ πλουτίσαι αὐτὴν, πληρωθέντος ὑδάτων τοῦ ποταμοῦ τοῦ Θεοῦ. Ταῦτα θεσπίσας, καὶ ὡς ἤδη πρὸ ὀφθαλμῶν ὁρώμενα θεασάμενος, ἐπ' εὐχὴν τρέπεται, καὶ τὸν Θεὸν ἱκετεύει λέγων· «Τοὺς αὔλακας αὐτῆς μέθυσον, καὶ πλήθυνον τὰ γεννήματα αὐτῆς.» Αὔλακες δὲ ψυχῆς εἶεν ἂν οἱ κατὰ βάθους αὐτῆς λογισμοὶ, καὶ τῆς συνειδήσεως αὐτῆς ἡ κρύφιος καὶ τοὺς