220
ἔνδυμα, τοῦ φθαρτοῦ σώματος αὐτοῖς μεταβάλλοντος εἰς ἀφθαρσίαν, καὶ τοῦ θνητοῦ εἰς ἀθανασίαν. Οὕτω γοῦν κατὰ τὸ παράδειγμα καὶ οἱ κριοὶ οἴκοθεν ἐπάγονται τὸ ἔνδυμα, τοῦ σώματος αὐτοῖς καρποφοροῦντος τὸν πόκον. Ἀλλὰ καὶ αὐτὸν ἐνδύσονται τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸ ἐξαίρετον ἔνδυμα τὸ φῶς τῆς θεότητος αὐτοῦ περιβαλούμενοι. Ἔτι μὲν καὶ «αἱ κοιλάδες» τότε «πληθυνοῦσι σῖτον.» Ἔδει γὰρ μηδὲ τῶν κοιλάδων ἀμνημονῆσαι· ἀνωτέρω μὲν γὰρ πεδιάδες ὠνομάσθησαν καὶ ὄρεα ἐρήμου καὶ βουνοί. Ἐπειδὴ δέ εἰσι καὶ παρὰ τὰ λεχθέντα τάγματα ἄλλοι τινὲς ταπεινότεροι, καὶ οὐκ ἀπόβλητοι μὲν τῆς βασιλείας, πλὴν ὡς ἐν παραθέσει τῶν προλεχθέντων σμικροὶ καὶ βραχεῖς, πάντων τε ὡς ἂν εἴποι τις, ἔσχατοι· ἀναγκαίως οὐδὲ τούτων παρῆλθε τὴν μνήμην ὁ λόγος· ἀλλὰ καὶ αὐτοὺς καρπὸν οἴσειν τὸν ἐπιβάλλοντα διδάσκει λέγων· «Καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον» προφέρουσαι, ἢ, «τὴν τροφὴν,» κατὰ τὸν Σύμμαχον. «Κεκράξονται.» Τί δὲ κεκράξονται, ἑρμηνεύει ἑξῆς λέγων· «Καὶ γὰρ ὑμνήσουσιν·» ὡσεὶ σαφέστερον εἰρήκει· Εἰ γὰρ κοιλάδες τυγχάνουσιν, ὅμως δ' οὖν ὑμνήσουσι τὸν καὶ αὐτοῖς τῶν ἀγαθῶν πάροχον. Ὑμνοῦσαι δὲ κεκράξονται, παῤῥησίᾳ χρώμεναι καὶ βοῇ μεγάλῃ. Βοῶσαι δὲ κραυγῇ καὶ ὑμνοῦσαι ποίας προήσονται φωνὰς, ἢ τὰς ἐν ἀρχῇ παντὸς ψαλμοῦ φερομένας· «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν,» λέγουσαι; Ἀναγκαίως δὲ πρόκειται τό· «Κεκράξονται, καὶ γὰρ ὑμνήσουσι,» περὶ τῶν κοιλάδων, ἢ καὶ περὶ τῶν προλεχθέντων ἁπάντων, ὡς ἂν μάθοιμεν, ὅτι μὴ περὶ αἰσθητῶν καὶ σωματικῶν τόπων ὁ λόγος ταῦτα διδάσκει· καίτοι καὶ περὶ τούτων εἰκὸς ἦν τὰ προλεχθέντα λέγεσθαι νομίζειν ἐπὶ τοῖς αἰσθητοῖς τοῦ Θεοῦ δωρήμασιν, ὥστ' εἶναι εὐχαριστήριον ὕμνον, ὡς πρὸς τὴν λέξιν, ὑπὲρ τῶν κατ' ἔτος ἀνθρώποις χορηγουμένων τὸν παρόντα λόγον. Καθ' ἕκαστον γοῦν ἐνιαυτὸν ὁ φιλάνθρωπος καὶ παντὸς ἀγαθοῦ δοτὴρ Θεὸς, ἐπισκεπτόμενος τὴν γῆν, μεθύσκει αὐτὴν, ἄρδων τοῖς συνήθεσιν ὄμβροις, πληροῖ τε αὐτῆς τοὺς αὔλακας ταῖς τῶν ὑετῶν χορηγίαις. Τά τε γεννήματα αὐτῆς πληθύνων εὐλογήσει. Ἡ δὲ εὐφραίνεται, νεαροποιηθεῖσά τε ἀνατέλλει. Κἄπειτα πληρουμένη παντοίων καρπῶν, σπορίμων τε καὶ ἀκροδρύων στεφανοῦται, ὡς μὴ ἂν ὀκνῆσαι κατὰ τὸν τοῦ ἔαρος καιρὸν ἐστεφανῶσθαι λέγειν αὐτὴν, τά τε πεδία πληθύεσθαι πιότητος· καὶ μὴν καὶ τὰ ὄρεα τῆς ἐρήμου ἀνθεῖν, καὶ τοὺς βουνοὺς ἀγαλλίασιν περιζώννυσθαι· ἀλλὰ καὶ τοὺς κριοὺς τῶν προβάτων τοῖς ἑαυτῶν πόκοις ἐνδιδύσκεσθαι, αὐτάς τε τὰς κοιλάδας χώρας πολλάκις πληροῦσθαι σίτου, καὶ μονονουχὶ τῷ ἔργῳ βοᾷν καὶ τὸν Θεὸν δοξάζειν. Ταῦτα δὲ εἰ καὶ ὅτι μάλιστα αἰσθητῶς πληροῦται καθ' ἕκαστον ἔτος, ἀλλ' ἡ σύμφρασις τῆς τοῦ παντὸς λόγου ἀκολουθίας ἐπὶ τὴν θεωρίαν ἡμᾶς ἀναπέμπουσα ἀποδέδεικται. Ὁμοῦ δὴ οὖν τὰ προλεχθέντα πάντα, λέγω 23.648 δὲ τὰ πεδία καὶ τὰ ὄρεα τῆς ἐρήμου, οἵ τε βουνοὶ καὶ οἱ κριοὶ τῶν προβάτων, καὶ πρὸς τούτοις αἱ ἀποδοθεῖσαι κοιλάδες κατὰ τὴν ἀποδοθεῖσαν ἑρμηνείαν, κατά τε τὴν πρόχειρον διάνοιαν, μίαν ἀφήσειν φωνὴν καὶ σύμφωνον μελῳδίαν τῷ Θεῷ εἴρηνται. ∆ιὸ κατὰ πάντων ἀκούσῃ τό· «Κεκράξονται καὶ ὑμνήσουσιν.» ΕΙΣ ΤΟ ΤΕΛΟΣ, Ω∆Η ΨΑΛΜΟΥ. ΞΕʹ. «Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ, ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν αἰνέσει αὐτοῦ.» Εὐαγγελικὸς ὑπάρχει καὶ ὁ παρὼν ψαλμὸς, τὴν τῶν ἐθνῶν περιέχων κλῆσιν. Ἤμελλε δὲ ἄρα οὐ καθ' οὓς ᾔδετο χρόνους τέλους τυγχάνειν, ἀλλ' ἐπὶ συντελείᾳ τῶν αἰώνων. ∆ιὸ ἀναπέμπει τὴν τῶν δηλουμένων προφητείαν εἰς τὸ τέλος. Ἔστι δὲ ᾠδὴ ψαλμοῦ ἔμπαλιν· ἢ κατὰ τὸν πρὸ αὐτοῦ, ὡς ἐπεγέγραπτο, «Ψαλμὸς ᾠδῆς» Ἦδε γὰρ καὶ ἔψαλλε τὸ Πνεῦμα τὸ ἅγιον σὺν πολλῇ χαρᾷ διὰ τῆς ὑποδεξαμένης αὐτὸ