221
προφητικῆς ψυχῆς ἐπὶ τοῖς δι' αὐτοῦ θεσπιζομένοις ἀγαθοῖς, ἐφ' οἷς καὶ πᾶσι τοῖς ἔθνεσι τοῖς τὴν σωτήριον χάριν ὑποδεξομένοις παρακελεύεται πράττειν τινὰ, ἅπερ ἀναγκαῖον ἐπιτελεῖν ἡμᾶς, οἷς ταῦτα προανεφωνεῖτο. Προστάττει τοίνυν πάσῃ τῇ γῇ, τουτέστι τοῖς τὸ τῆς γῆς στοιχεῖον οἰκοῦσιν ἅπασι, μὴ τοῖς Μωϋσέως παραγγέλμασι καὶ τῷ βαρεῖ ζυγῷ τοῦ νόμου ἑαυτοὺς ὑποτάττειν· μόνα δὲ τὰ διὰ τῶν μετὰ χεῖρας κελευόμενα ποιεῖν· καὶ πρῶτον μὲν ἀλαλάζειν τῷ Θεῷ, δεύτερον ψάλλειν τῷ ὀνόματι αὐτοῦ, τρίτον δόξαν διδόναι τῇ αἰνέσει αὐτοῦ· τέταρτον λέγειν τῷ Θεῷ· «Ὡς φοβερὰ τὰ ἔργα σου·» καί· «Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.» Τὸ μὲν οὖν πρῶτον δι' ἐπιστήμης καὶ γνώσεως ἀληθοῦς ἐπιτελέσωμεν ἀλαλάζοντες τῷ Θεῷ, δίκην τῶν ἐν πολέμοις ἀναφωνούντων καὶ ἀλαλαζόντων στρατιωτῶν, οἳ τῇ δυνάμει τῆς φωνῆς καταπληκτικοὺς καὶ φοβεροὺς ἑαυτοὺς τοῖς πολεμίοις ἐμφαίνουσιν. Ἐπεὶ τοίνυν τοὺς ἡμετέρους ἐχθροὺς, τοὺς πάλαι τὴν ψυχὴν ἡμῶν εἰς τὴν πολύθεον πλάνην ᾐχμαλωτικότας, ἐλαύνων καὶ πολεμῶν ὁ Σωτὴρ ἡμῶν, καὶ πάντας ἡμᾶς τοὺς αὐτοῦ στρατιώτας κατ' αὐτῶν ὁπλίζει, εἰκότως διὰ τῶν πρὸς τὸν Θεὸν εὐχῶν ἀλαλάζειν κελευόμεθα· στεναγμοῖς τε ἀλαλήτοις συμπράττειν τῇ νίκῃ τοῦ Βασιλέως ἡμῶν. Γίνεται δὲ ὁ ἀλαλαγμὸς δι' εὐχῶν, γίνεται καὶ διὰ θεολογίας, γίνεται δὲ καὶ δι' ὑγιοῦς καὶ τετρανωμένης γνώσεως, γίνεται καὶ διὰ τῆς πνευματικῆς ἱερουργίας, ἣν ἐν ταῖς εὐχαριστίαις κατὰ τὰ μυστήρια τῆς Καινῆς ∆ιαθήκης καθ' ὅλης τῆς οἰκουμένης ἐπιτελοῦμεν, ὁπηνίκα, τῆς θυσίας τοῦ Ἀμνοῦ τοῦ Θεοῦ τὴν ἀνάμνησιν ποιούμενοι, τὴν προφητείαν πληροῦμεν τὴν φάσκουσαν· «Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως καὶ ἀλαλαγμοῦ.» ∆ιὸ καὶ ἕτερον λόγιον τὸν τούτων ἐπιστήμονα λαὸν μακαρίζει φάσκον· «Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.» Τοῦτο δὴ οὖν πρῶτον ἀναγκαίως τὸ προφητικὸν Πνεῦμα πᾶσιν ἀνθρώποις πράττειν διακελεύεται φάσκον· «Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ.» Εἶτα δεύτερον ψάλλειν τῷ ὀνόματι αὐτοῦ προστάττει· ὃ καὶ αὐτὸ κατὰ πάντα τόπον εἴωθεν ὑφ' ἡμῶν ἐπιτελεῖσθαι. Ἐπεὶ κατὰ πᾶσαν ἐκκλησίαν τοῦ Θεοῦ τὴν ἐν τοῖς ἔθνεσιν ἱδρυμένην, αὐτὰ δὴ ταῦτα μελῳδεῖσθαι καὶ ψάλλεσθαι, οὐχ Ἕλλησι μόνοις, ἀλλὰ καὶ βαρβάροις παραδέδοται. Καὶ ἄλλως δὲ, νόμοις 23.649 ἀλληγορίας, τὸ σῶμα τὸ ἀνθρώπειον, ὥσπερ ὄργανον τῇ ψυχῇ δεδομένον, ψαλτήριον εἴωθεν ὀνομάζεσθαι· δι' οὗ ὁ εἴσω ἄνθρωπος, ἀνακρουόμενος, ἐπιστημόνως τὰ μέλη καὶ τὰ αἰσθητήρια τῷ νόμῳ τοῦ Θεοῦ λέγοιτ' ἂν εἰκότως ψάλλειν. Τὰ μὲν οὖν τῆς γνώσεως καὶ διὰ τοῦ ἀλαλαγμοῦ αὐτὴ καθ' ἑαυτὴν ἡ ψυχὴ κατώρθου· διὸ αὐτῷ τῷ Θεῷ ἠλάλαξε· τὰ δὲ τοῦ ψάλλειν διὰ τῆς τοῦ σώματος ἠθικῆς καὶ πρακτικῆς κινήσεως ἐνεργεῖ· διὸ λέλεκται· «Τῷ ὀνόματι αὐτοῦ.» Εὐφημίαν γὰρ τῷ τοῦ Θεοῦ ὀνόματι φέροι ἂν ἡ διὰ τῶν πράξεων τοῖς πολλοῖς θεωρουμένη κατόρθωσις. Καὶ τρίτον δὲ, πρόσταγμα πᾶσιν ἡμῖν τοῖς ἐξ ἐθνῶν τὸν Θεὸν ἐπεγνωκόσι παρήγγελται, τὸ κελεῦον διδόναι δόξαν οὐ τῷ Θεῷ, ἀπήρκει γὰρ ἀλαλάζειν αὐτῷ· ἀλλ' οὐδὲ τῷ ὀνόματι αὐτοῦ, τούτῳ γὰρ ψάλλειν ἐκελευόμεθα· τῇ δὲ αἰνέσει αὐτοῦ. Αἰνοῦντας γὰρ αὐτὸν προσήκει μὴ ταπεινῶς, μηδὲ ἀδόξως αἰνεῖν, σὺν πολλῇ δὲ τιμῇ καὶ δόξῃ. Πρὸς γὰρ τῇ κατὰ διάνοιαν ἐῤῥωμένῃ περὶ Θεοῦ γνώσει δι' ὀργάνου κατορθουμένῃ προσήκει καὶ διὰ λόγων θείων αἴνους καὶ ὕμνους τοὺς εἰς τὸν Θεὸν περιεχόντων σὺν εὐλαβείᾳ καὶ σεβασμίῳ τιμῇ τὸ πρῶτον ἀποπληροῦν πρόσταγμα. ∆ιὸ λέλεκται· «∆ότε δόξαν αἰνέσει αὐτοῦ·» ἢ κατὰ τὸν Ἀκύλαν, «∆ότε δόξαν ὑμνήσει αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον, «Τάξατε εἰς τιμὴν τὸν ὕμνον αὐτοῦ.» Ἔτι πρὸς τούτοις τὸ Πνεῦμα τὸ προφητικὸν παρακελεύεται πᾶσιν ἡμῖν τεθεωρημένως ἐνατενίζειν τοῖς ἔργοις τοῦ Θεοῦ, καὶ τὸν νοῦν ἐφιστᾷν, ὅπως φόβου καὶ ἐκπλήξεως γέμῃ τὸ τῆς σοφίας αὐτοῦ μεγαλουργήματα. «Ἐκ μεγέθους γὰρ καὶ