222
καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται·» καί· «Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἤ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Ταῦτ' οὖν θεωροῦντας, ὑπερεκπλήττεσθαι δεῖ, καὶ λέγειν τῷ Θεῷ· «Ὡς φοβερὰ τὰ ἔργα σου.» Ἀλλ' ἡμῖν μὲν τοῖςὑπὸ σοῦ πεφωτισμένοις ἔγνωσται καὶ κατείληπται τὰ ἔργα σου ὄντα φοβερά· οἱ δὲ ἐχθροί σου ἐν σκότῳ καλινδούμενοι, κἂν ἐθέλωσί ποτε περὶ τῶν σῶν ἔργων διεξιέναι, καὶ λόγους ὡς οἷόν τε φυσικοὺς ἀποδιδόναι, μακρὰν ἀποπίπτουσι τοῦ πλήθους τῆς σῆς δυνάμεως, οὐδὲν ὑγιὲς οὐδὲ ἀληθὲς ἔχοντες λέγειν. ∆ιό φαμεν· «Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου. ∆ιάψαλμα.» Τὰ μὲν πρῶτα παραγγέλματα ἦν πάσῃ τῇ γῇ, δηλαδὴ πᾶσι τοῖς ἔθνεσι, προφητικῶς παρηγγελμένα· ἐπεὶ δὲ εὐχῆς ἦν χρεία εἰς τὸ δυνηθῆναι δι' ἔργων ταῦτα χωρῆσαι, ἀναγκαίως τὸ θεῖον Πνεῦμα μετὰ τὰ πρῶτα πρὸς αὐτὸν ἐπιστρέφει τὸν Θεὸν, εὐχὴν ὑπὲρ πάσης τῆς γῆς ἀναπέμπον. ∆ιό φησι· «Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου.» Ἀντὶ δὲ τοῦ· «Πᾶσα ἡ γῆ,» ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπών· «Πάντες οἱ ἐπὶ γῆς·» λευκότερον δηλώσας, ὅτι μὴ Ἰουδαίοις τὸ παράγγελμα δέδοτο, ἀλλὰ πᾶσι τοῖς ἐπὶ γῆς ἀνθρώποις. Μεγίστης γὰρ ἐδέοντο εὐχῆς, ὡς ἂν δυνάμει Θεοῦ παράδοξος γένοιτό τις ἐν αὐτοῖς μεταβολὴ πρὸς 23.652 τὸ μηκέτι μὲν τῇ πολυθέῳ προσέχειν πλάνῃ, μόνον δὲ σέβειν ὃν δεῖ καὶ προσκυνεῖν, τὸν ἕνα καὶ μόνον καὶ προσκυνητὸν Θεὸν, ἐπιτελεῖν τε τὸ πρόσταγμα δι' οὗ ἐλέγετο· «Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ.» Ἵν' οὖν ταῦτα γένηται, εὔχεται τὸ Πνεῦμα τὸ ἅγιον λέγον· «Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου.» «∆εῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, φοβερὸς ἐν βουλαῖς παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Ὡς μακρὰν ἀφεστηκόσι τοῖς καλουμένοις τὸ θεῖον ὄνομα πλησίον ἔρχεσθαι προστάττει λέγον· «∆εῦτε.» Τοῦτο δὲ ὁ θεῖος Ἀπόστολος παρίστη εἰπών· «Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγύς.» Καλεῖ δὲ ὁ λόγος τὰ καθ' ὅλης τῆς οἰκουμένης ἔθνη ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν, ἐπί τε τὴν θεωρίαν τῶν ἔργων αὐτοῦ. Μακρὰν γὰρ ἀφεστῶτα τοῦ Θεοῦ οὔτε ἑώρα, οὔτε ἐγίνωσκε. ∆ιό φησι· «∆εῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ·» περὶ ὧν ἀνωτέρω ἐλέγετο· «Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου!» Ἀλλὰ πάλαι μὲν προσέταττε λέγειν· «Ὡς φοβερὰ τὰ ἔργα σου!» Ἐπειδὴ δὲ εἰκὸς ἦν ἀγνοεῖν τοὺς μακρὰν ἀφεστῶτας τίνα ἦν τὰ ἔργα τοῦ Θεοῦ, ἀκολούθως ἐνταῦθα πρὸς τοὺς αὐτοὺς φάσκει· «∆εῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ·» ἰδόντες δὲ ταῦτα μαθήσεσθε, ὅτι φοβερός ἐστιν ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Τρανώτερον τὴν διάνοιαν ἀπέδωκεν ὁ Σύμμαχος εἰπών· «Ἔλθετε καὶ ἴδετε πράξεις τοῦ Θεοῦ, φοβερὰ μηχανήματα ὑπὲρ υἱῶν ἀνθρώπων.» Πάντα γὰρ ὑπὲρ σωτηρίας τῶν υἱῶν τῶν ἀνθρώπων ἐμηχανήσατο. Εἶτα διδάσκει ὅσα πρότερον παρὰ τοῖς παλαιοῖς πεποιηκὼς ὁ Θεὸς ἱστορεῖται. Τίνα δὲ ταῦτα, ἐπιλέγει ἑξῆς· «Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν· ἐν ποταμῷ διελεύσονται ποδί.» Κατὰ δὲ τὸν Σύμμαχον· «Μετέβαλε, φησὶ, τὴν θάλασσαν εἰς ξηράν· ποταμὸν διέβησαν ποδί.» Ταῦτα δὲ φέρεται ἐν τῇ τῆς ἱστορίας γραφῇ· ἃ δὴ ἀναγκαίως ὡς μὴ εἰδόσι τοῖς ἔθνεσιν ἀπαγγέλλεται, ὡς ἂν μάθοιεν, ὅτι καὶ ὁ πάλαι τοῦ Θεοῦ λαὸς ἦν ποτε Αἰγυπτίοις δεδουλωμένος, καὶ τῇ πλάνῃ τῆς Αἰγυπτιακῆς εἰδωλολατρείας ὑπηγμένος· ἀλλ' εἴργασται ὑπὲρ αὐτῶν ὁ Θεὸς μεγάλα καὶ φοβερὰ, πληγαῖς μὲν τοὺς Αἰγυπτίους θεηλάτοις μαστίξας, αὐτοὺς δὲ τῆς πικρᾶς δουλείας ἐλευθερώσας. Ταῦτα γὰρ ἦν τὰ φοβερὰ τοῦ Θεοῦ ἔργα, οὐ μόνα, ἀλλὰ καὶ ἐπὶ τῆς θαλάσσης τῆς Ἐρυθρᾶς· ἣν εἰς ξηρὰν μεταβαλὼν, διέσωσε μὲν τοὺς οἰκείους, τοὺς δὲ ἀσεβεῖς βυθῷ παρέδωκεν ἀπωλείας. Ταῦτα δὲ μανθάνοντες, ὦ οὗτοι, φησὶ,