223
θαρσεῖτε, πιστεύοντες, ὅτι ὁ τὰ τοσαῦτα ἐργασάμενος ἐπὶ τῶν παλαιῶν οὐκ ἀδυνατήσει τὰ ὅμοια καὶ ἐφ' ὑμῶν καταπράξασθαι. ∆ιὸ «δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ,» ὡς φοβερός ἐστιν «ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Μετέστρεψε γοῦν τὴν θάλασσαν εἰς ξηράν· καὶ ἐπὶ τοῦ Ἰορδάνου δὲ ποταμοῦ ἄλλα τινὰ φοβερὰ θαύματα εἰργάσατο, ὅτε διῆλθον τοῖς ποσὶν, ὑποσταλέντος τοῦ ποταμοῦ, οἱ ἀπὸ τῆς ἐρήμου παριόντες ἐπὶ τήνδε τὴν γῆν. Τούτοις δὴ οὖν αὐτοῖς ὑποδήμασι χρησάμενοι, θαρσεῖτε, ὡς καὶ τοὺς ὑμετέρους νοητοὺς Αἰγυπτίους, 23.653 δαίμονας πονηροὺς, τοὺς πάλαι καταδυναστεύοντας τῶν ὑμετέρων ψυχῶν, ἀπελάσει ὁ αὐτὸς Θεός. Κἂν κυμαίνῃ δὲ ἡ τῶν ἀνθρώπων θάλασσα, κἂν ὁ τῶν ἀθέων καὶ ἀσεβῶν βίος κλύδωνας καὶ κινδύνους ἐγείρῃ καθ' ὑμῶν· θαρσεῖτε ὑμεῖς, ἐναργὲς ἔχοντες ὑπόδειγμα τὴν πάλαι στραφεῖσαν θάλασσαν εἰς ξηράν. Οὕτως γὰρ καὶ ὑμῖν ὁμαλή τις ἔσται, καὶ ἀπαραπόδιστος ἡ ἀπὸ τῆς πλάνης πρὸς τὴν ἀλήθειαν διάβασις. Εἰ δὲ καὶ ποταμόν ποτε τὸν Ἰορδάνην παραδόξως διῆλθον οἱ παλαιοὶ, ἀλλὰ καὶ ὑμεῖς ἐντεῦθεν ἤδη εὐαγγελίζεσθε, γινώσκοντες, ὅτι ἡμεῖς αὐτοὶ οἱ ταῦτα λέγοντες καὶ ὑμεῖς οἱ ἀκούοντες «ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ.» Ἐκεῖ, δηλαδὴ ἐν τῷ μνησθέντι ποταμῷ. Ἔσται γὰρ, ἔσται καιρὸς, καθ' ὃν, ὥσπερ εἰς συμπόσιον παρασκευαζόμενοι, ἐπὶ λουτροῦ παλιγγενεσίας ἀπαντήσουσιν εἰς τὴν ἐν τῷ Ἰορδάνῃ ποταμῷ μυστικὴν ἀποκάθαρσιν οἱ τῆς Αἰγυπτιακῆς ἐλευθερούμενοι πλάνης. Σημαίνει δὲ διὰ τούτων ὁ λόγος τὸ λουτρὸν τῆς παλιγγενεσίας, ἀρξάμενον ἀπὸ τοῦ Ἰορδάνου ποταμοῦ, ὁπηνίκα ὁ Βαπτιστὴς Ἰωάννης ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας παρῄει, κηρύσσων βάπτισμα μετανοίας, προσίετό τε πάντας Ἕλληνας καὶ Ἰουδαίους ἐπὶ τὴν ἐξομολόγησιν τῶν παραπτωμάτων· ὅτε καὶ αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐπιστὰς τὸν αὐτὸν κατηξίωσε ποταμὸν τῆς θεϊκῆς αὐτοῦ ἐπιβάσεως. ∆ιὸ ἐν τοῖς προκειμένοις λέλεκται· «Ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ.» Ἔνθεν εἰκότως τὸ αὐτὸ προφητικὸν πνεῦμα διὰ Ἡσαΐου τὴν ἔρημον εὐαγγελιζόμενον καὶ αὐτοῦ μνήμην πεποίηται τοῦ Ἰορδάνου λέγον· «Εὐφράνθητι, ἔρημος διψῶσα· ἀλλ' ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον· καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου. Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα· παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ. Ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδέδωκεν· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων· ὅτι ἐῤῥάγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ.» Ταύτην διαλέλεκται ἐπὶ τοῦ παρόντος· «Ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ·» ἃ δὴ ἐπληροῦτο κατὰ τὴν τοῦ Σωτῆρος ἡμῶν εἰς ἀνθρώπους θεοφάνειαν. Ἔνθεν εἰκότως ὁ παρὼν ψαλμὸς ἅπασι τοῖς ἔθνεσι προσφωνῶν ἔλεγε· «∆εῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ·» καὶ πάλιν· «Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου!» Σφόδρα δὲ ἀκολούθως εἰπών· «Ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ,» ἐπιφέρει· «Τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος.» Νοήσεις δὲ καὶ τοῦτο αὐτοῦ λέγοντος ἀκούων τοῦ Σωτῆρος· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· πορεύοντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου.» ∆ιὸ κατὰ μὲν τὸν Ἀκύλαν εἴρηται· «Τῷ ἐξουσιάζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ δι' αἰῶνος.» Καὶ ἄλλως δὲ εὐφρανθησόμεθα ἐν αὐτῷ τῶν προειρημένων καταξιωθέντες. Πότε δὲ εὐφρανθησόμεθα, ἀλλ' ἐπειδὰν ὁ μέλλων ἐπιστῇ αἰὼν, οὗ τὴν δεσποτείαν καὶ τὴν ἐξουσίαν οὐδ' ἕτερος ἕξει, ἢ μόνος αὐτὸς ὁ τὴν δυνα 23.656 στείαν παρὰ τοῦ Πατρὸς εἰληφώς; Νῦν μὲν γὰρ ἐν τῷ παρόντι αἰῶνι ἀρχαὶ πολλαὶ, καὶ ἐξουσίαι καὶ κυριότητες, καὶ πνευματικὰ πονηρίας καὶ κοσμοκράτορες· τότε δὲ, ὅτε καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, μόνος αὐτὸς ἐξουσιάσῃ τοῦ αἰῶνος, ἐν ᾧ ἐπαγγέλλεται ἡμῖν ὁ παρὼν λόγος τὴν