224
εὐφροσύνην. «Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. ∆ιάψαλμα.» ∆ιὰ τῶν ἔμπροσθεν ἐπεσκιασμένως τὴν τῶν ἐθνῶν κλῆσιν αἰνιξάμενος, πᾶσαν τὴν γῆν ἐκάλει· οὐ μὴν σαφῶς τὰ ἔθνη· νυνὶ δὲ λευκότατα τῶν ἐθνῶν μέμνηται καὶ τῆς τοῦ Θεοῦ διαλλαγῆς. Ἐπὶ μὲν γὰρ τῶν ἁμαρτανόντων εἴρηται· «Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου·» καὶ πάλιν· «Ἵνα τί ἀποστρέφεις τὸ πρόσωπόν σου καὶ τὴν δεξιάν σου;» καὶ πάλιν· «Ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος.» Ἐπὶ δὲ τῶν ἀγαθὰς ἐλπίδας ἐχόντων λέλεκται· «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν·» καὶ πάλιν· «Οἱ ὀφθαλμοί σου ἰδέτωσαν εὐθύτητας·» καὶ αὖθις· «Σημειωθήτω ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Μεγάλαι τοίνυν ἐπαγγελίαι διὰ τῶν προκειμένων τοῖς ἔθνεσι δέδονται· ἤδη ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσι. Καὶ θέα ὅπως οὐδαμοῦ τῶν προκειμένων Ἰουδαίων μέμνηται, δι' ὅλου δὲ τοῖς ἔθνεσι τὰ χρηστὰ εὐαγγελίζεται. Ὁ μὲν οὖν φιλάνθρωπος τῶν ἐθνῶν Σωτὴρ τοὺς ὀφθαλμοὺς αὐτοῦ, τὰς ἐπισκοπικὰς δηλαδὴ δυνάμεις, ἐξήπλωσεν ἐπὶ πάντα τὰ ἔθνη. Φωτὸς δὲ ἀκτῖνες ἐκ τῶν ὀφθαλμῶν αὐτοῦ πεμπόμεναι τὰς χωρητικὰς αὐτῶν ψυχὰς καταλάμπουσιν. Ἐπεὶ δὲ ἤμελλον μὴ πάντες τὴν χάριν ὑποδέχεσθαι, παροργίζειν δὲ τὸ ὅσον ἐπ' αὐτοῖς καὶ παραπικραίνειν τὴν τοσαύτην φιλανθρωπίαν, διὰ τὸ μὴ παραδέχεσθαι τὸ δῶρον, εἰκότως ἐπιλέλεκται· «Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.» Σημαίνει δὲ διὰ τούτων καὶ τοὺς ἐν τοῖς ἔθνεσιν ἀπειθεῖς καὶ ἀνυποτάκτους τῷ εὐαγγελικῷ λόγῳ. ∆ιὸ λέλεκται παρὰ τῷ Συμμάχῳ· «Οἱ ὀφθαλμοὶ αὐτοῦ τὰ ἔθνη ἐπισκοπεύουσι· οἱ ἀπειθεῖς μὴ ὑψούτωσαν ἑαυτούς.» Σημαίνει δὲ καὶ ἄλλως τοὺς ἐκ περιτομῆς ἀθετήσαντας τὴν χάριν καὶ τὴν τοῦ Σωτῆρος κλῆσιν ὑπερφρονήσαντας· διὸ πρὸς αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον καὶ διὰ Ἡσαΐου ἀπετείνετο φῆσαν· «Ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ ἴδητε.» Εἰκότως τοιγαροῦν ἐπιῤῥαπίζων αὐτοὺς ὁ παρὼν λόγος, εἰκῆ φυσιουμένους ἐπὶ τοῖς προγόνοις, καὶ μέγα φρονοῦντας ἐπὶ τῇ τῶν προπατόρων εὐδοκιμήσει, φησίν· «Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.» Παύσασθε γὰρ, φησὶ, βρενθυνόμενοι καὶ εἰκῇ τυφούμενοι, ὦ οὗτοι, γνόντες, ὅτι οὐ μᾶλλον ὑμῖν ἐπιβλέπει ὁ Θεὸς ἢ τοῖς λοιποῖς ἔθνεσιν. Οἱ γοῦν τῆς ἐπισκοπικῆς αὐτοῦ δυνάμεως ὀφθαλμοὶ, πάντων ἀνθρώπων πρόνοιαν ποιούμενοι, ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσι. Τί οὖν ὑμεῖς, ὥσπερ τι ἐξαίρετον κεκτημένοι, ὑψοῦσθε ἐν ἑαυτοῖς, καὶ ταῦτα ἄνδρες ὄντες ἀεὶ παραπικραίνοντες; Ὅτι δὲ αὐτοὺς αἰνίττεται ὁ λόγος, σαφῶς παρίστησι τὸ Πνεῦμα διὰ 23.657 Ἰεζεκιὴλ λέγον· «Υἱὲ ἀνθρώπου, ἐξαποστελῶ σε ἐγὼ πρὸς τὸν οἶκον Ἰσραὴλ, τοὺς παραπικραίνοντας, οἵτινες παρεπίκρανάν με αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἕως τῆς σήμερον ἡμέρας·» καὶ ἑξῆς· «Ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσιν, διότι οἶκος παραπικραινόντων ἐστί·» καὶ πάλιν· «Καὶ λαλήσω τοὺς λόγους μου πρὸς αὐτοὺς, ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραινόντων ἐστί.» Καὶ ἐν ρεʹ δὲ ψαλμῷ λέλεκται· «Ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ·» καὶ πάλιν· «Πλεονάκις ἐῤῥύσατο αὐτούς· αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν.» Ναὶ μὴν καὶ Μωϋσῆς τὴν πικρίαν αὐτῶν παρίστησι λέγων· «Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν.» Καὶ ἐν τῷ Ἱερεμίᾳ δὲ εἴρηται πρὸς τοὺς αὐτούς· «Πῶς ἐστράφη εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία;» Εἰκότως τοίνυν καὶ ἐνταῦθα παραπικραίνοντες ὠνομάσθησαν. Ἐκ παραλλήλου δὲ μνημονεύσας τῶν ἐθνῶν καὶ τῆς τούτων σωτηρίας ὁ λόγος, παράθεσιν τῶν ἐκ περιτομῆς πεποίηται εἰπών· «Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. Εὐλογεῖτε, ἔθνη, τὸν