225
Θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ.» Εὐαγγελικὸν εἶναι τὸν ψαλμὸν καὶ ἀρχόμενοι τοῦ λόγου τετηρήκαμεν· ὃ καὶ δι' ὅλου τοῦ ὕφους τῆς προφητείας παρίσταται. Ἐκάλει μὲν γὰρ ἐν ἀρχῇ πᾶσαν τὴν γῆν· εἶτα ἐν τῷ μεταξὺ πλείονα διδάξας, σαφέστερον περὶ τῶν ἐθνῶν ποιεῖται προφητείαν λέγων· «Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν.» Μετὰ δὴ οὖν τὴν τούτων διδασκαλίαν ἀκολούθως πᾶσι τοῖς ἔθνεσιν, ὡς ἂν ὠφελημένοις ἐκ τοῦ προμεμαθηκέναι τὰ προλεχθέντα, εὐλογεῖν τῶν τοσούτων θαυμάτων τῶν τε φοβερῶν ἔργων ποιητὴν παρακελεύεται λέγων· «Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν.» Μὴ γὰρ τοὺς ὑμετέρους, φησὶ, τοὺς πάλαι πεπλανημένως νομιζομένους θεοὺς, ἀλλὰ τὸν ἡμέτερον, ὃν ἐκ πατέρων ἡμεῖς ἐπεγραψάμεθα, τοῦτον γνόντες εἶναι τὸν ἀληθινὸν Θεόν. Νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, καὶ ὑμεῖς εὐλογεῖτε. Εὐφημοῦντες δὲ αὐτὸν, καὶ εὐλογοῦντες ὡς μόνον ἀληθινὸν καὶ κοινὸν ἁπάντων ἡμῶν τε καὶ ὑμῶν Θεὸν, μὴ σεσιωπημένως, μηδὲ ἠρεμέᾳ τῇ φωνῇ τοῦτο πράττετε· σὺν πολλῇ δὲ παῤῥησίᾳ καὶ θάρσει, φωναῖς τε γεγωνοῖς καὶ βοαῖς χρήσασθε μεγάλαις· ὡς καὶ τοῖς ἀλλοτρίοις ἀκούεσθαι τὴν ἀναπεμπομένην εἰς Θεὸν ὑφ' ὑμῶν αἴνεσιν· ὃ δὴ καὶ ὁ Σωτὴρ ἐδήλου λέγων· «Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ, καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύσσετε ἐπὶ τῶν δωμάτων.» Ταύτης οὖν ἔχεται τῆς διανοίας τὸ φάσκον λόγιον· «Καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον· «Ἐξάκουστον ποιεῖτε τὴν φωνὴν τοῦ ὕμνου αὐτοῦ.» Θαυμάσαι δὲ ἔστι τοῦ λόγου τὸ ἀποτέλεσμα, ὅτε καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης, ἐν μέσαις ταῖς πόλεσι, ἔν τε κώμαις καὶ χώραις κατὰ πάσας τὰς Ἐκκλησίας τοῦ Θεοῦ, οἱ τοῦ Χριστοῦ λαοὶ ἐξ ἁπάν 23.660 των τῶν ἐθνῶν συνειλεγμένοι, τοὺς ὕμνους καὶ τὰς ψαλμῳδίας, οὐκ ἐπὶ τοῖς πατρῴοις θεοῖς, οὐδὲ τοῖς θεομάχοις δαίμοσι, μόνῳ δὲ τῷ παρὰ τοῖς προφήταις θεολογουμένῳ μετὰ μεγάλης ἀναπέμπουσι βοῆς, ὡς καὶ τοῖς ἐκτὸς ἑστῶσιν ἐξάκουστον εἶναι τῶν ψαλλόντων τὴν φωνήν· ἔργῳ πληρουμένου τοῦ φάσκοντος ἐνταῦθα λογίου· «Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ.» Εἶθ' ἑξῆς συνῆπται· «Τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν, καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.» Ἀντὶ δὲ τοῦ, «τὴν ψυχήν μου, τὴν ψυχὴν ἡμῶν,» οἱ λοιποὶ πάντες ἑρμηνευταὶ ἐκδεδώκασι· καὶ πάλιν ἀντὶ, «τοὺς πόδας μου, τοὺς πόδας ἡμῶν,» ὁμοίως οἱ πάντες ἡρμήνευσαν. Μὴ γὰρ ἐπὶ τοῖς παλαιοῖς, φησὶ, μόνοις ἔργοις τοῦ Θεοῦ, ἃ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο, τὸν ὕμνον αὐτῷ καὶ τὰς αἰνέσεις ἀναπέμπετε· ἀλλὰ καὶ διὰ τὰς εἰς ἡμᾶς αὐτοὺς τοὺς ταῦτα λέγοντας εὐεργεσίας. Ἐπειδὴ γὰρ τοὺς ἡμετέρους πόδας, πολλὰ δραμόντας, ὥστε πᾶσιν ὑμῖν τοῖς ἔθνεσι κηρύξαι τὸ σωτήριον Εὐαγγέλιον, ἐδυνάμωσεν, ἐφύλαξέ τε ἀδιατρέπτους ἐν τοῖς τοῦ βίου ῥεύμασι τὰ ἐμποδὼν κωλύματα περιελών· πολλῶν τε τῇ ψυχῇ ἡμῶν ἐπιβουλευόντων, αὐτὸς ταύτης σωτὴρ καὶ φύλαξ ἐγένετο· καὶ τούτων αὐτῶν ἕνεκα «εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ.» Ταῦτα δὲ ἄντικρυς ἐκ προσώπου τῶν κηρύκων τοῦ Εὐαγγελίου προανεφωνεῖτο, ὧν τὸν δρόμον καὶ τῶν ποδῶν τὴν ἀρετὴν Ἡσαΐας, μᾶλλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον δι' αὐτοῦ ἀποθαυμάζον ἐβόα· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθὰ, τῶν εὐαγγελιζομένων εἰρήνην!» Ἐπεὶ τοίνυν, πολλὰ κεκμηκότες. καὶ τοὺς ἐκ τῶν ἀπίστων ἐθνῶν διωγμοὺς ὑπομείναντες, δεσμά τε καὶ φυλακὰς καὶ παντοίας ἐπιβουλὰς, ἀδιάτρεπτοι μεμενήκασιν· εἰκότως τὸν δυναμώσαντα αὐτοὺς, καὶ τὴν μὲν ψυχὴν εἰς ζωὴν φυλάξαντα. ὡς μὴ ἐκπεσεῖν αὐτὴν εἰς τὸν τῆς ἁμαρτίας θάνατον, τοὺς δὲ πόδας αὐτῶν στεῤῥοὺς ἀπεργασάμενον πρὸς τὸ μὴ σάλον ὑπομεῖναι, μηδὲ ὄλισθον καὶ πτῶσιν, εὐλογεῖν πᾶσι τοῖς ἔθνεσι παρακελεύονται, ἐξάκουστόν γε ποιεῖν τὴν φωνὴν τῆς