226
αἰνέσεως αὐτοῦ, οὐκ ἐπὶ μόνοις τοῖς παλαιοῖς αὐτοῦ παραδόξοις καὶ φοβεροῖς ἔργοις, ἀλλὰ καὶ ἐπὶ τοῖς νέοις ἀγαθοῖς, ἐφ' οἷς τὴν ψυχὴν τῶν ταῦτα λεγόντων ἔθετο εἰς ζωὴν, μὴ δοὺς εἰς σάλον τοὺς πόδας αὐτῶν. ∆ιὸ κατὰ τὸν Σύμμαχον πληθυντικῶς εἴρηται· «Τοῦ τάξαντος τὴν ψυχὴν ἡμῶν εἰς ζωὴν, καὶ μὴ δόντος σφαλῆναι τοὺς πόδας ἡμῶν. «Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.» Καὶ ταῦτα ἀκολούθως εἴρηται τοῖς ἔμπροσθεν. Ἐχρῆν γὰρ ἡμᾶς διδαχθῆναι, πῶς ὁ Θεὸς τὴν ψυχὴν ἔθετο εἰς ζωὴν τῶν ταῦτα φασκόντων, καὶ πῶς τοὺς πόδας αὐτῶν οὐ παρέδωκεν εἰς σάλον. Τί γὰρ παθόντες ἤμελλον οὐ τὸ σῶμα, ἀλλ' αὐτὴν τὴν ψυχὴν ἀπολλύναι, τίνος δὲ γενομένου εἰς τοσοῦτον ἤλασαν κινδύνου, ὡς τοὺς πόδας μέλλειν σαλεύεσθαι, κατὰ μέρος διεξέρχονται, εὐχαριστοῦντες ἅμα τῷ Θεῷ, καὶ διδασκαλίαν ποιούμενοι ὧν ὑπομεμενήκασι. Πρῶτον οὖν φασιν· «Ἐδοκίμασας ὑμᾶς, ὁ Θεός.» Καὶ πῶς ἐδοκίμασας; Ἑρμηνεύουσι λέγοντες· «Ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.» 23.661 Φωναὶ δὲ αὗται, ὡς ἔφην, ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν τυγχάνουσι τοῦ Σωτῆρος, ὧν εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα. Εἶεν δ' ἂν καὶ τῶν ἁγίων τοῦ Θεοῦ μαρτύρων, οἳ κατὰ μίμησιν τῶν πρώτων τοῦ Σωτῆρος ἡμῶν κηρύκων τὰ ἴσα πεπόνθασιν· ἐν οἷς τοὺς ὑπὲρ θεοσεβείας ἄθλους ἠγωνίσαντο. Φασὶν οὖν ἑρμηνεύοντες καὶ διασαφοῦντες, ὅπως τὴν ψυχὴν αὐτῶν ἔθετο εἰς ζωὴν, καὶ ὅπως τοὺς πόδας αὐτῶν οὐκ ἔδωκεν εἰς σάλον· «Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ὡς πυροῦται τὸ ἀργύριον.» Ἐπειδὴ γὰρ ἀπείραστος ἀνὴρ ἀδόκιμος, εἰκότως ἐγγυμνάζων τοῖς πειρασμοῖς παραδίδωσι τοὺς οἰκείους ὁ Θεός· οὐχ ἵνα αὐτὸς γνῷ ὁποῖοί τινές εἰσιν, ἀλλ' ἵνα, αὐτοὶ πυρωθέντες λαμπρότεροι καὶ καθαρώτεροι ἀποτελεσθῶσιν. Ὥσπερ γὰρ ἐν ἀργύρῳ πολλάκις εὑρίσκεται ὕλης ἀλλοτρίας μίγμα, ὃ τέως μὲν λανθάνει πρὸ τῆς χωνείας, ἐν δὲ τῇ πυρώσει διελέγχεται καὶ διακρίνεται μένει τε λοιπὸν αὐτὸς καθαρὸς ὁ ἄργυρος, κρείττων καὶ λαμπρότερος γεγονὼς ἐκ τῆς καθάρσεως· τὸν αὐτὸν τρόπον καὶ οἱ τοῦ Θεοῦ ἄνδρες, ὅσον ἀλλότριον ἐν τῇ ἑαυτῶν ψυχῇ ἐκ τῆς περὶ τὴν σάρκα συμπλοκῆς ἐφειλκύσαντο, τοῦτο πᾶν ἐν τοῖς πειρασμοῖς, καὶ τοῖς κατ' αὐτῶν ἐπανισταμένοις διωγμοῖς ἀπορύπτονται, πυρούμενοι καὶ καθαιρόμενοι διὰ τῆς τοιᾶσδε χωνείας, ὡς πᾶσαν ἀποβαλεῖν ἁμαρτίας κηλίδα, ἥντινά ποτε, ὡς ἄνθρωποι, ἔν τισιν ἐλαττώμασι γενόμενοι προσεκτήσαντο. Ἐπὶ τούτοις οὖν εὐχαριστοῦντες, φασίν· «Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον.» Οὐ γὰρ ὡς καλάμην, οὐδ' ὡς χόρτον, οὐδ' ὡς ἑτέραν εὔθραυστον ὕλην ἐπύρωσας ἡμᾶς, ἀλλ' ὡς ἀργύριον, τὸ ἀπὸ τῆς πυρώσεως καθαρώτερον γιγνόμενον. Πῶς δὲ ἐπυρώθησαν ὑφηγοῦνται λέγοντες· «Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα·» κατὰ δὲ τὸν Ἀκύλαν, «Εἰσήγαγες ἡμᾶς, φασὶν, ἐν ὀχυρώματι·» κατὰ δὲ τὸν Σύμμαχον, «Εἰσήγαγες ἡμᾶς ἐντὸς πολιορκίας·» κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν· «Εἰσήγαγες ἡμᾶς εἰς περιοχήν.» ∆ηλοῖ δὲ διὰ τούτων ὁ λόγος εἱρκτὰς καὶ φυλακὰς καὶ δεσμωτήρια, ἐν οἷς πρὸ τοῦ θανάτου κατάκλειστοι γίγνονται οἱ τοῦ Θεοῦ μάρτυρες· ἃ δὴ παγίδι ἔοικεν, εἴσω αὐτῆς ἀπολαβούσῃ τὸ τεθηρευμένον. Ταύτης δὲ τῆς παγίδος μέμνηνται καὶ ἀλλαχοῦ οἱ αὐτοὶ φάσκοντες· «Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐῤῥύσθημεν.» Πρῶτον μὲν οὖν εἰς τὴν παγίδα οἱ πυρούμενοι εἰσάγονται, ἢ εἰς τὸ ὀχύρωμα, ἢ εἰς τὴν περιοχὴν, ἢ εἰς τὴν πολιορκίαν· εἶτα δεύτερον ἆθλον ἀγωνίζονται, ὃν διασαφοῦσι λέγοντες· «Ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν.» Κατὰ δὲ τὸν Ἀκύλαν φασίν· «Ἔθηκας τρισμὸν ἐν τῷ νώτῳ ἡμῶν·» κατὰ δὲ τὸν Σύμμαχον· «Ἔθηκας κύκλωσιν τῇ ὀσφύϊ ἡμῶν.» ∆ηλοῦσι δὲ διὰ τούτων τὰς κατὰ τοῦ σώματος πληγὰς, ἃς ἐδήλου σαφέστερον ὁ Ἀπόστολος λέγων· «Τρὶς ἐῤῥαβδίσθην, ἅπαξ