227
ἐλιθάσθην, ὑπὸ Ἰουδαίων τεσσαράκοντα παρὰ μίαν ἔλαβον.» Μετὰ δὲ τὰς εἱρκτὰς καὶ τὰς κατὰ τῶν νώτων ἢ κατὰ τῶν ὀσφύων 23.664 πληγάς· «Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν.» Καὶ τοῦτο δὲ νοήσεις, ὁρῶν κατὰ τοὺς τῶν διωγμῶν καιροὺς ἐπεμβαίνοντας τοὺς ἀθέους καὶ ἀσεβεῖς ἄνδρας καὶ κατεπαιρομένους τῶν τῆς θεοσεβείας ἀθλητῶν, τοὺς δὲ ταπεινουμένους καὶ τὰ πρόσωπα συνεσταλμένους ἐπὶ ταῖς τῶν ἀθέων βλασφημίαις τε καὶ μεγαλαυχίαις. Ἤδη δὲ πολλάκις καὶ κατὰ κόρης ἔτυψαν παίοντες πληγαῖς τὰς τῶν ἀθλητῶν τοῦ Θεοῦ κεφαλάς. Ἀλλὰ ταῦτα πάντα, φασὶν οἱ τοῦ Θεοῦ μάρτυρες, σὺ ἡμῖν ἐπήγαγες, ὁ Θεός. Μὴ γάρ σου βουλομένου, οὐκ ἄν τι τοιοῦτον καθ' ἡμῶν ἐτολμᾶτο· συγχωροῦντος δέ σου, ταῦτ' ἐγίνετο. ∆ιό φασι πρὸς αὐτόν· «Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα.» Σὺ γὰρ ἦσθα ὁ κατακλείστους ἡμᾶς ποιῶν, συγχωρῶν δὲ ταῦτα γίνεσθαι. Καὶ σὺ ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. Οὐ γὰρ ἂν ταῦτα καθ' ἡμῶν ἐτολμᾶτο, εἰ τῇ σαυτοῦ χειρὶ σκεπάσας ἐφύλαττες. Σὺ δὲ καὶ τοὺς ἀθέους ἀνθρώπους ἐπεβίβασας ἐπὶ τὰς κεφαλὰς ἡμῶν. Ἤδη δὲ πρὸς τούτοις εἰς ἔσχατα κακῶν ἤλθομεν, οἱ μὲν τὸν διὰ πυρὸς ὑπομείναντες θάνατον, οἱ δὲ τὸν δι' ὕδατος. Σίδηρος μὲν γὰρ καὶ αἱ διὰ σιδήρου κολάσεις, οἵ τε ἄλλοι θάνατοι, οὓς οἱ πλείους ἡμῶν ὑπομεμενήκασι, τὸ μηθὲν ἐνομίσθησαν παραθέσει τῶν χειρόνων. ∆ιὸ ἐκεῖνα μὲν σεσιωπήκαμεν· ἐπεὶ δὲ, ὡς ἐν δεινοῖς, οὐδὲν χεῖρον τοῦ διὰ πυρὸς θανάτου καὶ τοῦ δι' ὕδατος νενόμισται, ταῦτα δὲ αὐτά φαμεν ὑπομεμενηκέναι. Τινὲς μὲν γὰρ ἡμῶν ὑποβρύχιοι θαλάττῃ καὶ ποταμοῖς παρεδόθησαν· οἱ δὲ τὴν διὰ πυρὸς τιμωρίαν ὑπέστησαν. ∆ιὰ τοσούτων οὖν ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, καὶ διὰ τούτων ἁπάντων ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. Ἀλλὰ ταῦτα πάντα ἐπαγαγὼν ἡμῖν, πάλιν σὺ αὐτὸς ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Οὐ γὰρ ἡμῶν ἦν τὸ ὑπομεῖναι καὶ διαφυγεῖν τὰ τοσαῦτα, ἀλλὰ σοῦ τοῦ μεγάλου Σωτῆρος· ὡς γὰρ εἰσήγαγες εἰς τὴν παγίδα, οὕτω καὶ ἐξήγαγες εἰς ἀναψυχήν. Ἐπειδὴ μὴ παράμονα εἴασας ἡμῶν τὰ σκυθρωπὰ, μηδὲ εἰς ἄπειρον παρέτεινας τὴν θλίψιν, μηδὲ εἰς μακρὸν χρόνον συνεχώρησας ἐπιβῆναι ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν· ἀλλ' οὐδὲ ἐν τῷ πυρὶ γενόμενοι ἐνυπεμείναμεν, οὐδὲ ἐν τῷ ὕδατι ἐμβληθέντες κατεπόθημεν· καὶ τοῦτο δὲ διήλθομεν· διὸ λέλεκται· «∆ιήλθομεν διὰ πυρὸς, καὶ τὸν βυθὸν τῶν ὑδάτων διεξήλθομεν·» διὸ καὶ, «δι' ὕδατος,» εἴρηται. Καὶ δὴ ἐπὶ τούτοις ἅπασιν ἐγγυμνάσας ἡμᾶς καὶ τῆς ὑπομονῆς ἡμῶν καὶ τῆς καρτερίας τὴν δοκιμὴν λαβὼν ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν· ἢ κατὰ τὸν Σύμμαχον, «εἰς εὐρυχωρίαν.» Καὶ τοῦτο δὲ ἐπληροῦτο διαφόρως· ἑνὸς γὰρ ὄντος τοῦ τῶν θεοσεβῶν σώματος, καὶ τῶν μὲν τάδε πεπονθότων, τῶν δὲ ὑπομεινάντων τιμωρίαν, τῶν δὲ τῇ τῶν ὑπαρχόντων ζημίᾳ μόνῃ δοκιμασθέντων, τῶν δὲ διὰ φυγῆς καὶ τῆς τῶν οἰκείων ἀναχωρήσεως ἐγγυμνασθέντων, οὐκ εἰς μακρὸν τὸ πάντων τέλος τοῖς πᾶσιν αἴσιον ἀπήντα. Οἱ μὲν γὰρ τοῦ Θεοῦ μάρτυρες διὰ τοῦ θανάτου τελειωθέντες, τὴν ἀληθῶς ἀναψυχὴν εὕραντο, ὡς δύνασθαι φάναι· «Ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου,» καὶ τὰ ἑξῆς. 23.665 Ἀδελφὰ γὰρ ἂν εἴη ταῦτα τῶν διὰ τῶν μετὰ χεῖρας φασκόντων· «Τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν, καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου·» καὶ πάλιν· «Καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Οἱ δὲ ἐν τῷ βίῳ πεφυλαγμένοι καὶ τὴν τοῦ διωγμοῦ πυρκαϊὰν ἀποσβεσθεῖσαν τεθεαμένοι, ἐν εἰρήνῃ φαιδρᾷ καταστάντες, τῆς ἀναψυχῆς ἔτυχον, καὶ εἰς εὔδιον λιμένα καταντήσαντες, καὶ τῆς μετὰ τοῦ διωγμοῦ εὐφροσύνης ἀπολαύσαντες. Νοήσεις δὲ ὅπως εἴρηται ἐνταῦθα τό· «Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν,» παραθεὶς τὸ ἐν ἑτέρῳ εἰρημένον· «Καὶ νῦν ὕψωσε κεφαλήν μου ἐπὶ ἐχθρούς μου. Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ σου θυσίαν ἀλαλαγμοῦ.» Ὥσπερ γὰρ κατὰ τοὺς τῶν διωγμῶν καιροὺς ἐπανίστησιν ὁ Θεὸς