228
ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, οὕτω μετὰ ταῦτα, ὅτε ἐξήγαγεν ἡμᾶς εἰς ἀναψυχὴν, ὑψοῖ τὰς κεφαλὰς ἡμῶν ἐπὶ τοὺς ἐχθροὺς ἡμῶν. Καὶ τοῦτο προφητικῶς ἐδήλου ὁ φήσας· «Καὶ νῦν ὕψωσε κεφαλήν μου ἐπὶ ἐχθρούς μου. Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν.» Οἱ μὲν γὰρ ἅγιοι τοῦ Θεοῦ μάρτυρες μετὰ τοὺς μεγάλους ἄθλους, οὓς ὑπομεμενήκασι, διὰ πυρὸς καὶ ὕδατος διελθόντες, εἰς ἀναψυχὴν παρελήφθησαν. Εἶτα τὸν ἐπουράνιον τοῦ Θεοῦ οἶκον τὸν ἀληθινὸν ἀπολαβόντες, φασίν· «Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασι.» Ὡς γὰρ διὰ πυρὸς καὶ ὕδατος διελθόντες, τὰ ἑαυτῶν ὁλοκαυτώματα, ἐν οἷς ἐμαρτύρησαν, δίκην θυσίας τῷ ἑαυτῶν προσφέρουσι Θεῷ, πολλῇ παῤῥησίᾳ χρώμενοι ἐφ' αἷς ηὔξαντο εὐχαῖς. Ηὔξαντο δὲ ἀγωνίσασθαι, καὶ ταύτην ἐποιήσαντο τὴν ἐπαγγελίαν, τὸ μέχρι θανάτου ὑπὲρ εὐσεβείας ἀθλῆσαι. Ὡς οὖν κατωρθωκότες ἅπερ ηὔξαντο, φασίν· «Ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου· καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου.» Κατ' αὐτὰς γὰρ τὰς θλίψεις, περὶ ὧν ἀνωτέρω ἔλεγον· «Ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν,» τὴν πρὸς τὸν Θεὸν ἀγάπην τελείαν καὶ ὁλόκληρον ἐνδεικνύμενοι, εὐχὰς ἐτίθεντο καὶ ἐπαγγελίας ἐποιοῦντο μέχρι θανάτου ἐνστῆναι, μονονουχὶ ὁμοίως τῷ Παύλῳ λέγοντες· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος;» καί· «Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ.» Ταύτας οὖν φησι τὰς εὐχὰς ἀποδεδωκέναι τῷ Θεῷ, ἃς διέστειλε τὰ χείλη αὐτῶν, καὶ ἐλάλησε τὸ στόμα αὐτῶν ἐν τῇ θλίψει αὐτῶν. Καὶ τοιαῦτά γε ἦν «τὰ ὁλοκαυτώματα» αὐτῶν «μεμυαλωμένα» ἀληθῶς. Αἱ γοῦν ψυχαὶ αὐτῶν, φέρουσαι τὸ πῖον καὶ δυνατὸν τῆς πίστεως, εἶπον ἂν τὸ ἐν ἑτέρῳ λελεγμένον· «Ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.» Οὕτω γοῦν «μεμυαλωμένα» λέγεται τὰ εὐτραφῆ καὶ πίονα καὶ λιπαρά. Τοιαῦται δὲ τυγχάνουσιν αἱ τῶν ἀθλητῶν τοῦ Θεοῦ ψυχαὶ, ἐκ τῶν θείων καὶ λογικῶν τροφῶν «μεμυαλωμέναι,» καὶ μηδὲν ὑποκείμενον ἔχουσαι, μηδὲ ἀσθενές· διό φασιν· «Ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος.» 23.668 Νοήσεις δὲ καὶ τὸ θυμίαμα ἀπὸ τῆς λεγούσης φωνῆς· «Γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου.» Αὗται μὲν οὖν αἱ ψυχαὶ, τῷ πνευματικῷ πυρὶ καθαρθεῖσαι, ὁλοκαυτώματα γεγόνασιν, ἢ δίκην ἱερείων αὗται τὰ ἑαυτῶν ὀνόματα, ὡς ἂν διὰ πυρὸς τελειωθέντα, ὁλοκαυτώματα προσηνέγκαντο. Αἱ δὲ προσευχαὶ αὐτῶν εἶεν ἂν τὰ θυμιάματα. Ἐπεὶ δὲ κριοὺς καὶ βόας μετὰ χιμάρων ἀνοίσειν ἐπαγγέλλονται, ἐπιστήσεις ὅπως εἴρηται καὶ ταῦτα ἐκ προσώπου τῶν ἀποστόλων τοῦ Σωτῆρος, τοὺς ὑπ' αὐτῶν προηγμένους χιμάρους καὶ βόας καὶ κριοὺς νοήσας. Πρῶτοι μὲν γὰρ μάρτυρες αὐτοὶ τοῦ Θεοῦ γεγόνασιν· εἶτα μιμητὰς ἑαυτῶν καὶ ζηλωτὰς μυρίους ἄλλους κατεστήσαντο, οὓς ὥσπερ οἰκεῖα γεώργια τῷ Θεῷ προσφέρουσι. Κριοὺς μὲν τοὺς ἄρχοντας τῶν Ἐκκλησιῶν, περὶ ὧν καὶ ἐν τῷ πρὸ τούτου ψαλμῷ ἐλέγετο· «Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων·» οὓς ὥσπερ ποιμνίων ἡγουμένους αὐτοὶ κατέστησαν· βόας δὲ τὰς ἐν τῇ Ἐκκλησίᾳ ἀγελαζομένας ψυχάς· «Μὴ γὰρ τῶν βοῶν, φησὶ, μέλει τῷ Θεῷ;» ἢ δι' ἡμᾶς πάντως λέγει· χίμαροι δὲ οἱ ἀρτιγενεῖς καὶ τῷ καιρῷ τοῦ χειμῶνος γεγενημένοι εἶεν ἄν. ∆ιὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, «καὶ ἔρημοι,» ὡς τὸν τοῦ διωγμοῦ καιρὸν ἐκφυγόντες, ὠνομάσθησαν. Καὶ τούτους τοιγαροῦν ὡς ἂν νεογνοὺς καὶ ὑπ' αὐτῶν προηγμένους τῷ Θεῷ προσάγουσιν ἕκαστος ἐφ' οἷς προηγάγετο σεμνυνόμενος. Ταῦτα μὲν οὖν πνευματικῶς καὶ πρεπόντως τῇ τῶν θεοπνούστων Γραφῶν ἐπαγγελίᾳ τεθεώρηται ἡμῖν. Καὶ πρέπει γε ὄντως ἀκούειν τῶν προκειμένων, ἢ κατὰ τὰς Ἰουδαίων ταπεινὰς