229
μυθολογίας ὁλοκαυτώμασι χαίρειν τὸν Θεὸν, ἢ θυμιάμασιν αἰσθητοῖς, ἢ κριῶν καὶ βοῶν καὶ χιμάρων αἵμασιν ὑπονοούντων. Ἃ δὴ πάντα διὰ τοῦ προφήτου αὐτὸς ὁ Θεὸς παραιτεῖται λέγων· «Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἵματα ταύρων καὶ τράγων οὐ βούλομαι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» Καὶ ἄλλως γ' ἂν εἴη ταῦτα ἐναντία τοῖς ἔμπροσθεν κατὰ τὸν μθʹ ψαλμὸν λελεγμένοις, ἐν οἷς ἐκ προσώπου τοῦ Θεοῦ ἐλέγετο· «Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε·» καί· «Οὐ λήψομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους· ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες·» καὶ ἑξῆς· «Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα κριῶν πίομαι;» Πῶς γὰρ ἐκείνοις σύμφωνα ἂν εἴη τὰ ὡς περὶ ὁλοκαυτωμάτων καὶ κριῶν καὶ βοῶν καὶ χιμάρων ἐνταῦθα λελεγμένα; Καὶ μὴν αὐτὸς ὁ ∆αυῒδ διὰ τῶν ἔμπροσθεν ἐξομολογούμενος ἔλεγεν· «Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.» Καὶ πάλιν ἐν ἑτέρῳ· «Θυσίαν καὶ προσφορὰν οὐκ ἐθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας.» «∆εῦτε, ἀκούσατε, καὶ διηγήσομαι, πάντες οἱ φοβούμενοι τὸν Θεὸν, ὅσα ἐποίησε τῇ ψυχῇ μου.» Οἱ αὐτοὶ καὶ ἐν τοῖς ἔμπροσθεν ἔλεγον· «∆εῦτε καὶ ἴδετε τὰ 23.669 ἔργα τοῦ Θεοῦ, φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων·» καὶ ταῦτα ἔλεγον τοῖς ἔθνεσι. Καὶ νῦν οὖν πάλιν οἱ αὐτοὶ αὐτοῖς τοῖς προσφωνοῦσι φάσκοντες· «∆εῦτε καὶ ἀκούσατε, καὶ διηγήσομαι.» Τίνες δὲ δεῦτε; ἐπιλέγει ἑξῆς· «Πάντες οἱ φοβούμενοι τὸν Θεόν·» οὓς ἀνωτέρω ποτὲ μὲν πᾶσαν τὴν γῆν ὠνόμαζον, ποτὲ δὲ πάντα τὰ ἔθνη. Τοὺς αὐτοὺς γὰρ καὶ ἐπὶ τοῦ παρόντος δηλοῦσι φοβουμένους τὸν Θεὸν ἀποκαλοῦντες. Πολλάκις δὲ καὶ ἐν ἑτέροις ἀπεδείξαμεν, ὡς τοὺς ἐξ ἐθνῶν θεοσεβοῦντας φοβουμένους τὸν Κύριον καλεῖν εἴωθεν ὁ Λόγος. Ἐπεὶ τοίνυν μνείας δεῖται τὸ κήρυγμα τὸ ἀποστολικὸν, ἀναγκαίως ἐπαγγέλλονται τὴν ἑρμηνείαν παραδώσειν τοῖς ἔθνεσι λέγοντες· «∆εῦτε, ἀκούσατε, καὶ διηγήσομαι·» Λέγουσι δὲ ταῦτα ὡς ἐξ ἑνὸς στόματος διὰ τὴν τελείωσιν· οἱ γὰρ πάντες ἓν γεγόνασι τελειωθέντες ἐν Κυρίῳ. Καὶ ταῦτα θεσπίζει τὸ Πνεῦμα τὸ ἅγιον ὡς ἐξ ἑνὸς χοροῦ τοῦ ἀποστολικοῦ τοῖς ἔθνεσι προσφωνοῦν, ἐπαγγελλόμενόν τε διερμηνεύειν, ὅσα ἐποίησεν ὁ Θεὸς τῇ ψυχῇ αὐτῶν. Πάλαι μὲν οὖν ἔλεγον· «∆εῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ὡς μετέστρεψέ ποτε τὴν θάλασσαν εἰς ξηρὰν, καὶ ὡς ἐν ποταμῷ διῆλθον ποδί.» Νυνὶ δὲ οὐκέτι τὰ παλαιὰ, ἀλλὰ τὰ τῆς νέας καὶ καινῆς ἱστορίας παραδεδώκασι, τὰς ἑαυτῶν πράξεις ὑφηγούμενοι, καὶ τὰς εἰς αὐτοὺς ὑπὸ τοῦ Θεοῦ γενομένας εὐεργεσίας. ∆ιό φασιν· «Ὅσα ἐποίησε τῇ ψυχῇ μου·» εἶτα διηγοῦνται τὴν ἐπαγγελίαν πληροῦντες. Τίς δὲ ἡ διήγησις; «Πρὸς αὐτὸν, φησὶ, τῷ στόματί μου ἐκέκραξα, καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου.» Ἐπειδὴ γὰρ τὰς εἰς αὐτοὺς εὐεργεσίας τοῦ Θεοῦ κατηριθμήσαντο, ὡς ἐπυρώθησαν, ὡς ἐδοκιμάσθησαν, ὡς εἰσῆλθον εἰς τὰς θλίψεις, ὡς ὑπέμειναν, ὡς διῆλθον διὰ πυρὸς καὶ ὕδατος, ὡς ἐξῆλθον εἰς ἀναψυχήν· ὅτι μὴ ἀργῶς ταῦτα αὐτοῖς πάντα, ἡ θεία δεδώρηται χάρις· ἀλλὰ γὰρ αὐτῶν τὰ μεγάλα συμβαλλομένων εἰς τὸ μαρτύριον διδάσκουσιν ἀναγκαίως. Πρῶτον μὲν γὰρ, φασὶν, οὐδέποτε ἀνεχωροῦμεν εὐχόμενοι καὶ βοῶντες πρὸς αὐτόν. Ἐβοῶμεν δὲ οὐ κραυγῇ καὶ φωνῇ γεγωνῷ, ἀλλ' «ὑπὸ τὴν γλῶσσαν» εἴσω συνέχοντες αὐτῶν τὰς βοάς· ᾔδειμεν γὰρ, ὅτι καὶ σιωπώντων ἀκούει ὁ Θεὸς, καί εἰσι κραυγαὶ ψυχῆς οὐ διὰ γλώττης προφερόμεναι, ἀῤῥήτῳ δὲ δυνάμει πρὸς τὸν Θεὸν ἀναπεμπόμεναι. Καὶ τοῦτό ἐστιν ὃ ἐδίδαξεν ὁ Σωτὴρ εἰπών· «Εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλεῖσον τὴν θύραν σου, καὶ πρόσευξαι· καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι.» Οὕτως οὖν καὶ ἐνταῦθά φασιν, ὅτι «Πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου·» κατὰ δὲ τὸν