231
οὖν ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς πρότερον, εἶτ' οἰκτειρήσας εὐλογήσαι ἡμᾶς. Τοῦτο δὲ οὐκ ἄλλως ἔσται, εἰ μὴ ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, ὥστε καὶ ἡμᾶς εἰπεῖν· «Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Τὸ δὲ ἐπιλεγόμενον ἑξῆς, «καὶ ἐλεήσαι ἡμᾶς,» μὴ κείμενον μήτε ἐν τῷ Ἑβραϊκῷ, μήτε ἐν τοῖς λοιποῖς ἑρμηνευταῖς, ἀναγκαίως ὠβέλισται. Τῶν δὲ προλεχθέντων εὐχόμεθα τυχεῖν, ἵνα δυνηθῶμεν τὴν ὁδὸν αὐτοῦ γνωστὴν ποιῆσαι ἐν πάσῃ τῇ γῇ. ∆ιὸ λέλεκται· «Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου.» Τίς δὲ ἡ γῆ καὶ τίς ἡ ὁδὸς τοῦ Θεοῦ; Γῆ μὲν πάντες οἱ τὴν γῆν οἰκοῦντες ἄνθρωποι καὶ πάντα τὰ καθ' ὅλης τῆς οἰκουμένης ἔθνη· ὁδὸς δὲ τοῦ Θεοῦ ὁ θεοσεβὴς βίος· οὗ τὸ τέλος πρὸς αὐτὸν ἄγει τὸν Θεὸν, ὡς ἐπὶ μητρόπολιν ἀγαθῶν. Καὶ αὐτὸς δὲ ὁ σωτήριος λόγος εἴη ἂν ὁδὸς τοῦ Θεοῦ. ∆ιὸ ἑξῆς ὥσπερ διερμηνεύων τὴν διάνοιαν ἐπιλέγει· «Ἐν πᾶσι τοῖς ἔθνεσι τὸ σωτήριόν σου.» Ὅπως οὖν δυνηθῶμεν ἐν πάσῃ τῇ γῇ καὶ ἐν πᾶσι τοῖς ἔθνεσι τοῖς τὴν γῆν οἰκοῦσι τὴν ὁδόν σου καὶ τὸ σωτήριόν σου, ταὐτὸν γάρ ἐστι, γνωστὸν ποιῆσαι, οἰκτείρησον ἡμᾶς, ὁ Θεὸς, καὶ εὐλόγησον ἡμᾶς, καὶ τὸ πρόσωπόν σου ἐπίφανον ἐφ' ἡμᾶς, ἵνα πληρωθέντες φωτὸς ἐκ τοῦ προσώπου σου, καταλάμψωμεν πάντας ἀνθρώπους. Εἰ γὰρ μὴ ταῦθ' ἡμῖν ὑπάρξειεν, οὐδέν ἐσμεν ἡμεῖς πρὸς τὴν τοῦ τηλικούτου πράγματος κατόρθωσιν. «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Εὐφρανθήτωσαν.» Τὰ μὲν πρῶτα ἑαυτοῖς ἐπηύξαντο οἱ τῶν ἐθνῶν κήρυκες· τὰ δὲ προκείμενα τοῖς τὸ δι' αὐτῶν κήρυγμα παραδεξαμένοις. Καὶ δὴ καὶ πρῶτον μὲν αὐτοῖς ἐξομολογήσεως ἐνδοθῆναι χώραν εὔχονται, ὅπως τὰ πρότερα ἑαυτῶν πλημμελήματα καὶ τὰς ἐν εἰδωλολατρείᾳ δυσσεβείας ἀποῤῥύψωνται διὰ τῆς ἐξομολογήσεως· δεύτερον καθαρθέντας αὐτοὺς τυχεῖν εὐφροσύνης καὶ ἀγαλλιάσεως τῆς παρὰ τῷ Θεῷ ἱκετεύουσι. ∆ιὸ πρῶτον φασίν· «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεός.» Ἀλλ' ἐπεὶ συνέβαινε μήπω συνεῖναι ἡμᾶς ποίους εἰρήκασι λαούς· ἐπεὶ καὶ τὸ Ἰουδαίων ἔθνος ἀθροίσματα καὶ λαοὺς ἐκέκτητο· ἀναγκαίως, ἵνα νοήσωμεν ποίων ἐμνημόνευσαν λαῶν, δευτεροῦσι τρανοῦντες τὴν διάνοιαν ἐν τῷ λέγειν· «Ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.» Μήποτε δὲ διὰ τῶν προτέρων τοὺς παρὰ Ἰουδαίοις λαοὺς αἰνίττονται, ὑπὲρ αὐτῶν πρῶτον τὴν εὐχὴν ἀναπέμψαντες, διὰ δὲ τῶν δευτέρων τοὺς ἐξ ἐθνῶν λαούς; Ὅπερ ἵνα γνώριμον γένηται τοῖς ἐντυγχάνουσι, διασαφεῖ φάσκων ὁ λόγος· «Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη.» Ἐπειδὴ δὲ δὶς τὸ, «ἐξομολογησάσθωσάν σοι,» εἴρηται, ὅρα μήποτε τὸ μὲν πρῶτον ἐδήλου τῶν προτέρων ἁμαρτημάτων τὴν ὁμολογίαν, τὸ δὲ δεύτερον, τὴν ἐφ' οἷς ἔτυχον ἀγαθοῖς εὐχαριστίαν. Λαμβάνεται γὰρ ἡ ἐξομολόγησις καὶ ἐπὶ εὐχαριστίας. Οὕτω γοῦν ὁ Σωτὴρ 23.676 ηὐχαρίστει λέγων· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς.» Μετὰ δὲ τὴν πρώτην καὶ δευτέραν ἐξομολόγησιν ἐπεύχονται τοῖς ἔθνεσι τοῖς ἐξομολογησαμένοις τὰ τρίτα. Τίνα δὲ ταῦτα; «Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη.» Καὶ διὰ ποίαν αἰτίαν, ἑξῆς διδάσκει λέγων· «Ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι,» καὶ ὅτι λαοὺς, οὐ τινὰς μὲν, τινὰς δὲ οὔ· ἀλλὰ πάντας κατὰ τὰ ἔμπροσθεν δεδηλωμένα. Ἔτι δὲ γνόντα, ὅτι ὁδηγηθήσεται ὑπὸ σοῦ πρὸς τὸ βαδίσαι τὴν ὁδὸν τὴν ὑφ' ἡμῶν αὐτοῖς γνωριζομένην, εἰκότως εὐφροσύνης καὶ ἀγαλλιάσεως πλησθήσεται. Ἀντὶ δὲ τοῦ, «καὶ ἀγαλλιάσθωσαν,» «καὶ αἰνέσουσιν» ὁ Ἀκύλας· ὁ δὲ Σύμμαχος, «καὶ εὐφημείτωσαν,» ἡρμήνευσαν. «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες· γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς.» Ἐπὶ ταῖς χρησταῖς καὶ ἀγαθαῖς ἐπαγγελίαις εὐφραινόμενον τὸ Πνεῦμα τὸ ἅγιον, ταῖς αὐταῖς ἐνδιατρίβει φωναῖς, ὥσπερ ἐντρυφῶν τῇ κοινῇ πάντων ἀνθρώπων σωτηρίᾳ. ∆ιὸ ἐπαναλαμβάνει δεύτερον καὶ τρίτον, καὶ οὐ βούλεται ἀναχωρεῖν τοῦ σωτηρίου καὶ εὐαγγελικοῦ ᾄσματος. Πάλιν οὖν φησιν·