232
«Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεός.» Ὃ δὴ μέγιστον ἦν θαῦμα, ὅτι Ἰουδαῖοι μὲν, ἐκ πατέρων τὸν τῶν ὅλων Θεὸν σέβειν δεδιδαγμένοι, συνεχῶς ἐξετραχηλίζοντο ἐπὶ τὴν πλάνην τῆς εἰδωλολατρείας· λαοὶ δὲ πάντες οἱ καθ' ὅλης τῆς οἰκουμένης ἐκ τοῦ μακροῦ αἰῶνος πεπλανημένοι εἰς τοσαύτην ἥξουσι μεταβολὴν, ὡς μὴ μόνον ἐπιγνῶναί σε τὸν ἐπὶ πάντων Θεὸν, ἀλλὰ καὶ ἐπιστήμην ἀναλαβεῖν τοῦ ἐξομολογεῖσθαί σοι κατὰ τὸν ἀποδοθέντα διττὸν τρόπον· ὅπερ ἵνα γένηται ἤδη ποτὲ, τάχυνον τὰ τῆς προφητείας, ἵνα αὐτόπται τῶν αἰωνίων ἐπαγγελιῶν γενοίμεθα. Ἀκουστέον δὲ τῶν προκειμένων ὡς δυναμένων καὶ ἐκ προσώπου τῶν προφητῶν λέγεσθαι· ὥστ' εἶναι τὰ μὲν πρὸ τοῦ διαψάλματος, ἁρμόζοντα τῷ προσώπῳ τῶν ἀποστόλων, τὰ δὲ μετὰ τὸ διάψαλμα, τῷ χορῷ τῶν προφητῶν, οἵτινες ἐπεθύμουν ἰδεῖν ἃ ἡμεῖς βλέπομεν, καὶ οὐκ εἶδον κατὰ τὴν σωτήριον φωνήν. Ἑξῆς τούτοις εἴρηται· «Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς·» ἢ κατὰ τὸν Σύμμαχον· «Γῆ δώσει τὴν φορὰν αὐτῆς.» Καρπὸς γὰρ ὡς ἀληθῶς ὁ κατὰ φύσιν τῆς γῆς ἐστι τὸ γνωρίζειν τὸν ἐπὶ πάντων Θεὸν, καὶ τὰς ὀφειλομένας αὐτῷ ἐξομολογήσεις καὶ εὐχαριστίας ἀναπέμπειν τοὺς οἰκεῖν αὐτὴν ἐπιτραπέντας. Ἐπὶ τοῦτο μὲν γὰρ κατεσκεύασται τὸ τῆς γῆς στοιχεῖον, ἐπὶ τὸ τοὺς ἐν αὐτῇ τὰς διατριβὰς ποιουμένους εὐσεβείας προσφέρειν καρπούς· διὰ δὲ τὴν τοῦ πρώτου ἀνδρὸς παράβασιν ἐλέχθη· «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι.» Ἀλλ' οὐκ ἦν οὗτος ὁ κατὰ φύσιν καρπὸς τῆς γῆς· πρόῤῥησις δὲ τῆς μελλούσης φύειν ἐν αὐτῇ παρὰ φύσιν κακίας. Παρὰ φύσιν γὰρ αἱ ἄκανθαι καὶ τρίβολοι διὰ τὴν παράβασιν ὑποστᾶσαι οὐ μόνον τοῦ πρώτου ἀνθρώπου, ἀλλὰ καὶ τῶν μετ' αὐτὸν ἠσεβηκότων· ἐπεὶ κατ' ἀρχὰς, ὅτε εἶπεν ὁ Θεός· «Βλαστησάτω ἡ γῆ βοτάνην 23.677 χόρτου· σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς·» οὐδαμῆ μνήμη γέγονεν ἀκανθῶν οὐδὲ τριβόλων· οὐδ' ἂν ἔφυσε ταῦτα ἡ γῆ, εἰ μὴ τὰ τῆς παρακοῆς ἐπηκολούθησεν ἀνθρώπῳ. Τῆς γοῦν ὕστερον ἐπισυμβάσης ἀνθρώποις κακίας εἰκόνες ἐφύησαν ἄκανθαι καὶ τρίβολοι. Ὅθεν ἵνα ταῦτα ἀπόληται, πῦρ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν ὁ Σωτήρ. Καὶ δὴ τοῦ σωτηρίου λόγου δίκην πυρὸς τὰς ἀκάνθας καὶ τοὺς τριβόλους ἀφανίζοντος, νεωθεῖσα τῆς κακίας ἡ ψυχὴ, τὸν προσήκοντα αὐτῇ καὶ κατάλληλον καρπὸν ἀποδίδωσι. ∆ιόπερ λαοὶ μὲν πάντες ἐξομολογοῦνται· ἔθνη δὲ ἐπὶ τῆς γῆς ὁδηγοῦνται. Τούτοις τε ἀκολούθως, ἐπενήνεκται τό· «Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς. Εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, εὐλογήσαι ἡμᾶς ὁ Θεός. Καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.» Εἴτε οἱ ἀπόστολοι τοῦ Σωτῆρος ἡμῶν, εἴτε οἱ παλαιοὶ τοῦ Θεοῦ προφῆται (ἑκατέρῳ γὰρ τάγματι ἐφαρμόζει τὰ λεγόμενα), εὔχονται τῆς παρὰ τοῦ Θεοῦ εὐλογίας τυχεῖν, ἧς καὶ ἀνωτέρω τὴν διάνοιαν παρεστήσαμεν, δεικνύντες ὅπως τὸ, «Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς,» ἐπὶ τούτων ἐπληροῦτο πνευματικῶς. Πάρεστι γοῦν ἔργῳ παραλαβεῖν, ὡς ἡ σύμπασα γῆ τῆς ἐκείνων διαδοχῆς ἐπληρώθη. Αἵ τε καθ' ὅλης τῆς οἰκουμένης ἱδρυθεῖσαι τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίαι, καὶ οἱ καθ' ἑκάστην μυρίανδροι λαοὶ τῆς εὐλογίας αὐτῶν ἐμφαίνουσι τὰ ἀποτελέσματα. Πρεπόντως δὲ αὐτοῖς τὸ, «Ὁ Θεὸς ἡμῶν,» ἐν τῷ, «Εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν·» ὡς ἂν πάτριον κεκτημένοι τὸ τοῦ Θεοῦ αὐτῶν γνώρισμα. Ἀλλ' ἑξῆς ἐπισυνάπτουσιν ἀορίστως λέγοντες τὸ, «Εὐλογήσαι ἡμᾶς ὁ Θεός·» ὡς μηκέτι μόνων αὐτῶν, ἀλλὰ καὶ πάντων τῶν δι' αὐτῶν σωθησομένων Θεὸν ὄντα. Καὶ μετὰ πάντα τὸ συμπέρασμα τῆς ὅλης προφητείας ἐπισφραγίζονται λέγοντες· «Καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.» Ἐπειδὴ γὰρ «ἀρχὴ σοφίας φόβος Κυρίου,» ἀναγκαίως ὥσπερ εἰσαγωγὴν τῆς