233
θεοσεβείας τὸν φόβον τοῦ Θεοῦ ἐγγενέσθαι πᾶσιν ἀνθρώποις τοῖς καὶ μέχρι τῶν ἐσχάτων τῆς γῆς οἰκοῦσιν ἐπεύχονται· ὃ δὴ καὶ ἐπληροῦτο μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν θεοφάνειαν, μεθ' ἣν εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἀποστόλων αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Περὶ τούτων δὲ τῶν περάτων τῆς γῆς καὶ διὰ τῶν ἔμπροσθεν ἐλέγετο· «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΤΩ ∆ΑΥΙ∆ ΨΑΛΜΟΣ Ω∆ΗΣ ΞΖʹ. «Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.» Οἱ μὲν πρὸ τοῦ μετὰ χεῖρας τρεῖς ἐφεξῆς τὴν κλῆσιν τῶν ἐθνῶν προεφώνουν· ὧν ὁ μὲν ξδʹ «Ψαλμὸς ᾠδῆς» ἐπεγέγραπτο «Τῷ ∆αυΐδ·» ὁ δ' ἑπόμενος «Ὠδὴ ψαλμοῦ·» ὁ δὲ τρίτος «Ἐν ὕμνοις ψαλμὸς ᾠδῆς.» Εἰκότως τοιγαροῦν καὶ ὁ μετὰ χεῖρας, εὐαγγελικὸς ὢν καὶ αὐτὸς, καὶ οὐ περὶ τῆς κλήσεως τῶν ἐθνῶν μόνον, ἀλλὰ καὶ περὶ τοῦ Σωτῆρος αὐτοῦ προφητείαν περιέχων, «εἰς τὸ τέλος 23.680 τῷ ∆αυῒδ» ἐπιγέγραπται, καὶ «ψαλμὸς ᾠδῆς» ὁμοίως τοῖς πρὸ αὐτοῦ. Ἔδει γὰρ τοὺς τῶν ἀγαθῶν ἐπαγγελτικοὺς λόγους μὴ μόνον ψαλμοὺς, ἀλλ' ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ ψαλμοὺς ᾠδῶν καὶ ᾠδὰς ψαλμῶν ὀνομάζεσθαι καὶ «εἰς τὸ τέλος» ἀναπέμπειν· ὡς ἂν μακροῖς ὕστερον χρόνοις ἐπὶ συντελείᾳ τοῦ αἰῶνος μελλόντων πληροῦσθαι τῶν ἐν αὐτοῖς θεσπιζομένων. Λέλεκται δὲ καὶ αὐτὸς ὑπὸ τοῦ προφητικοῦ Πνεύματος ἐκ προσώπου τῶν ἀποστόλων. Ὥσπερ οὖν διὰ τῶν ἔμπροσθεν ἐπηύχοντο ἑαυτοῖς ἀνακαλούμενοι Θεὸν συνεργὸν εἰς τὸ εὐαγγελικὸν κήρυγμα, τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς προκειμένοις οἱ αὐτοὶ προϊόντες, φασίν· «Εὐλογητὸς Κύριος ἡμέραν καθ' ἡμέραν· κατευοδώσει ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν·» καὶ πάλιν· «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμίν σου· δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἡμῖν.» Ὁρᾷς γὰρ ὅπως κατευοδωθῆναι ὑπὸ τοῦ Θεοῦ καὶ δυναμωθῆναι εἰς τὸ ἀκωλύτως τὸν δρόμον τοῦ Εὐαγγελίου τελειῶσαι εὔχονται. Μέμνηνται δὲ σαφῶς καὶ τοῦ εὐαγγελικοῦ κηρύγματος λέγοντες· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ·» ἀλλὰ καὶ τίσιν ἤμελλον κηρύττειν τὸ Εὐαγγέλιον θεσπίζουσιν ἐν οἷς φασιν· «Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου· Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ.» Σαφῶς γὰρ διὰ τούτων Αἴγυπτον εὐαγγελίζονται, τοὺς εἰδωλολάτρας αἰνιττόμενοι· ἐπεὶ ἐξ Αἰγύπτου κατήρξατο ἡ εἰδωλολατρεία. Ἀλλὰ καὶ τὴν Αἰθιοπίαν προφθάσαι χεῖρα αὐτῆς τῷ Θεῷ φασι, τὰ ἔσχατα τῆς οἰκουμένης δηλοῦντες. Εἶθ' ἑξῆς τὰς βασιλείας τῆς γῆς πάσας ἀθρόως συγκαλοῦσι, τῶν ἐθνῶν ἁπάντων τοῦτον σημαινομένων τὸν τρόπον. Ἵνα δὲ τὰ διὰ τῶν λόγων προφητευόμενα ἤδη ποτὲ καὶ δι' ἔργων χωρήσῃ, ἀρχόμενον τὸ Πνεῦμα τὸ προφητικὸν, διὰ τοῦ ∆αυῒδ εὐχὴν ἀναπέμπει λέγον· «Ἀναστήτω ὁ Κύριος, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ.» ∆εινοὶ γὰρ ἐχθροὶ τοῦ Θεοῦ κατετυράννουν πάλαι πρότερον τῶν ἐπὶ γῆς ἁπάντων, οἱ τὴν πολύθεον πλάνην καθ' ὅλης τῆς οἰκουμένης συστησάμενοι πονηροὶ δαίμονες. Οὐδείς τε ἦν ἐπαμύνων τοῖς κακοῖς, οὐ σοφὸς ἀνὴρ, οὐ δίκαιος, οὐ προφήτης· ἀλλ' οὐδὲ ἀγγέλων τις ἢ πνευμάτων ἁγίων, ἢ τῶν κατ' οὐρανὸν θείων δυνάμεων. ∆ιὸ δὴ αὐτὸν ἀναστῆναι τὸν Θεὸν, καὶ τοῦ βασιλικοῦ διεγερθῆναι θρόνου παρακαλεῖ. Ἠρεμεῖν μὲν καὶ ἡσυχάζειν καὶ ὥσπερ διαναπαύεσθαι τὰ τῆς τοῦ Θεοῦ προνοίας λέγεται, ἐπειδὰν τῷ πλούτῳ τῆς χρηστότητος αὐτοῦ καὶ τῇ μακροθυμίᾳ φέρῃ τοὺς ἁμαρτάνοντας καὶ εἰς αὐτὸν ἀσεβοῦντας· τὸ δὲ κινεῖσθαι καὶ διανίστασθαι, ἐπειδὰν τὰς ἐκδικήσεις ποιῆσαι ἐπεξιὼν τοῖς ἁμαρτάνουσιν. Ἵν' οὖν ἤδη ποτὲ παύσωνται ταῖς κατὰ τῶν ἀνθρώπων δυναστείαις οἱ προλεχθέντες