234
ἐχθροὶ, διαναστῆναι τὸν Θεὸν καὶ διεγεῖραι ἑαυτὸν εἰς ἐκδίκησιν ἱκετεύει, ὅπως οἱ πάλαι κατὰ τὸ αὐτὸ συνηγμένοι καὶ κακὴν συμφωνίαν πρὸς ἀλλήλους θέμενοι, τὴν τῆς δαιμονικῆς εἰδωλολατρείας, διασκεδασθῶσι μακρὰν ἀλλήλων γενόμενοι. Ἐχθροὶ δὲ τοῦ Θεοῦ καὶ μισοῦντες αὐτὸν ἦσαν, οἱ τὸν ὑπὲρ γῆς ἀέρα πληροῦντες καὶ τὴν ἐν ἀνθρώποις πολυπλανῆ κακίαν ἐνεργοῦντες δυσσεβεῖς τινες καὶ ἄθεοι δαίμονες· οἳ, κινηθέντος αὐτοῦ μόνον τοῦ 23.681 Θεοῦ, καὶ ἐπὶ τὴν τῶν πραττομένων ἐκδίκησιν ἑαυτὸν διεγείραντος, πρῶτον μὲν ἐσκορπίζοντο μακρὰν ἀλλήλων διασκεδαννύμενοι, εἰτ' ἐχρῶντο φυγῇ· καὶ μετὰ ταῦτα ὡς ἐκλείπει καπνὸς ἐξέλιπον, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἤμελλον ἀπόλλυσθαι. Νοήσεις δὲ ὅπως ὡς ἐκλείπει καπνὸς ἐξέλιπον οἱ ἐχθροὶ αὐτοῦ, ἐπιστήσας ὡς τὸ μὲν παλαιὸν μετεσχηματίζοντο εἰς ἀγγέλους φωτὸς, αὐτὸς δὲ ὁ διάβολος καὶ οἱ διάκονοι αὐτοῦ κατὰ τὸν Ἀπόστολον, ὅς φησιν· «Αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.» Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται εἰς ἀγγέλους δικαιοσύνης, ἐχρησμοδότουν τε τότε κατὰ πάντα τόπον, μαντείας καὶ θεραπείας ἐπαγγελλόμενοι, ὡς τοὺς δεισιδαίμονας θύειν αὐτοῖς καθ' ὑπερβολὴν μανίας καὶ τὰ ἑαυτῶν φίλτατα. Νυνὶ δὲ ἐκείνων πάντων ἀφανισμὸς καὶ ἐρημία γέγονεν, ὡς μηδὲ μνήμην αὐτῶν ἐπιλιπέσθαι· ἐξέλιπον δὲ ὡς ἐκλείπει καπνὸς ἀποσβεσθέντος αὐτῶν τοῦ πυρός· διὸ καὶ ἀλλαχοῦ εἴρηται· «Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ.» Ἡ γὰρ τοῦ Θεοῦ ὀργὴ τούτοις αὐτοῖς ἐπελθοῦσα, τὸ πῦρ αὐτῶν ᾧ κατέφλεγον τὰς τῶν ἀνθρώπων ψυχὰς κατέσβεσεν· οὗ σβεσθέντος, ἀνέβη καπνός. Ἀλλὰ καὶ οὗτος ὁ καπνὸς μηκέθ' ὑποκαιόμενος, μηδὲ ἔχων ὁπόθεν ὑποστῆ, ἐκλείπει. Ἐπεὶ, δὲ ὁ Θεὸς φῶς ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία, τοῦτο τὸ φῶς τοῖς αὐτῷ φίλοις σοφίας καὶ γνώσεως, καὶ ἀληθείας μαρμαρυγὰς ἐκπέμπει, ὡς φάναι αὐτοὺς, «Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Τοῖς δὲ προλεχθεῖσιν ἐχθροῖς αὐτοῦ πῦρ καταφλέγον γίγνεται. ∆ιὸ λέλεκται ἐν ἑτέροις· «Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά·» καὶ, «Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται, καὶ φλογιεῖ πάντας τοὺς ἐχθροὺς αὐτοῦ.» Καὶ ἐν τῷ μετὰ χεῖρας οἱ ἐχθροὶ οὐ μόνον ἐκλείπειν ὡς καπνὸς, ἀλλὰ καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἐκτήκεσθαι εἴρηνται· ἐπειδήπερ αὐτοὶ ἑαυτοὺς ἐχθροὺς τοῦ Θεοῦ πεποιήκασιν. Ὁ γὰρ Θεὸς ἀγαπᾷ τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσεται ὧν ἐποίησεν· οὐδὲ γὰρ μισῶν τι κατεσκεύαζε· διὸ οὐδενὸς ἐχθρὸς αὐτός. Οἱ δὲ μακρύνοντες ἑαυτοὺς ἀπ' αὐτοῦ, καὶ ἐχθροποιοῦντες ἑαυτοὺς, ἐπισπῶνται τὴν ἀπώλειαν· ὡς λέγεσθαι· «Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται.» Οὕτω δὲ καὶ μισοῦσι τὸν Θεὸν οἱ τὰ ὑπ' αὐτοῦ μεμισημένα πράττοντες. Ταῦτα μὲν οὖν καθ' ἕνα λελέχθω τρόπον. Ἐπεὶ δὲ ἡ πᾶσα προφητεία εὐαγγελικὴ τυγχάνει, θέα μήποτε ταῦτα εἰς τὸν Θεὸν Λόγον ἀναφέρεται, ὃς ἦν μὲν πάλαι ἐν τοῖς κόλποις ἀναπαυόμενος τοῦ Πατρός· «Ἐν ἀρχῇ» γὰρ «ἦν ὁ Λόγος· καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Καί· «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν,» αὐτὸς ἦν ὁ Μονογενὴς τοῦ Θεοῦ ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός. Ἐπεὶ δὲ μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, τὸ Πνεῦμα τὸ ἅγιον εἰκότως τὴν ἀνάστασιν αὐτοῦ θεσπίζει λέγον· «Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθή 23.684 τωσαν οἱ ἐχθροὶ αὐτοῦ·» Θεοῦ νοουμένου τοῦ Θεοῦ Λόγου. Ἢ τῆς εὐχῆς περὶ μὲν τοῦ Χριστοῦ λεγούσης τὸ, «Ἀναστήτω,» πρὸς δὲ τὸν Θεὸν τῶν ὅλων ἀναπεμπομένης· ἵν' ᾖ τὸ, «ὁ Θεὸς,» ἀντὶ τοῦ, ὦ Θεὲ, ἀναστήτω ὁ Χριστός σου, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ. Συνήχθησαν μὲν γὰρ οἱ ἐχθροὶ αὐτοῦ κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρὸν, ὁπηνίκα «ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά. Παρέστησαν οἱ βασιλεῖς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ