235
κατὰ τοῦ Χριστοῦ αὐτοῦ.» Πάντων δὲ τούτων διασκορπισμὸν ἡ ἐκ νεκρῶν ἀνάστασις τοῦ Χριστοῦ κατειργάσατο· ἐξέλιπόν τε ὡς ἐκλείπει καπνὸς, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Καὶ τοῦτόν γε τὸν Χριστὸν τοῦ Θεοῦ ἐμίσησαν, μισοῦσί τε εἰσέτι καὶ νῦν, οἱ συνεχῶς αὐτὸν ἀθέοις λόγοις καὶ λοιδορίαις βλασφημοῦντες, τήν τε Ἐκκλησίαν αὐτοῦ πολεμοῦντες, καὶ τὴν διδασκαλίαν διαβάλλοντες. Ἄλλως γὰρ τὸν ἐπὶ πάντων Θεὸν οὐκ ἂν εὕροι μισοῦντάς τινας· οὐδὲ γὰρ αὐτοὶ οἱ ἄθεοι καὶ δυσσεβεῖς· ἀλλ' οὐδὲ οἱ πονηροὶ δαίμονες, οὐδὲ τὰ ἀκάθαρτα πνεύματα τοῦτ' ἂν εἴποιεν. Τὸν δὲ Χριστὸν τοῦ Θεοῦ ὁμολογουμένως ἐμίσησαν· πρῶτοι μὲν ἐκεῖνοι, περὶ ὧν αὐτὸς διὰ τῆς προφητείας ἔφασκεν· «Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με. Καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου·» ἔπειτα καὶ οἱ μετ' ἐκείνους εἰσέτι νῦν αὐτὸν βλασφημοῦντες. Πλὴν πάντες οἱ ἐχθροὶ αὐτοῦ, καὶ οἱ μισοῦντες αὐτὸν διεσκορπίσθησαν καὶ πεφεύγασιν ἀπὸ προσώπου τῆς δυνάμεως αὐτοῦ. Ἐξέλιπόν τε ὡς ἐκλείπει καπνὸς καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Αὐτίκα γοῦν οὐδεὶς πώποτε τῶν μεμισηκότων αὐτὸν ἀτιμώρητος διεξῆλθε τὸν βίον· ἀλλὰ καὶ οἱ πάλαι τὴν ἐπιβουλὴν αὐτῷ τυρεύσαντες ἀρχιερεῖς καὶ γραμματεῖς, Φαρισαῖοι καὶ Σαδδουκαῖοι οὕτως ἐξέλιπον, ὡς μηδὲ μνήμην αὐτῶν εἰσέτι νῦν μηδ' ὄνομα παρὰ Ἰουδαίοις σώζεσθαι. Τότε πᾶν ἔθνος αὐτῶν διασκεδασμὸν καὶ διασκορπισμὸν ὑπέμεινε εἰς πάντα τὰ ἔθνη· καὶ ἐν τοῖς μετὰ ταῦτα δὲ χρόνοις πάντες ὅσοι τὴν Ἐκκλησίαν αὐτοῦ πεπολεμήκασιν, ὁμοίως ἐξέλιπον καὶ αὐτοὶ ὡς ἐκλείπει καπνὸς καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Οἱ μὲν οὖν ἐχθροὶ τοῦ Χριστοῦ καὶ οἱ μισοῦντες αὐτὸν τοιαῦτα πεπόνθασι, καὶ ἔτι μᾶλλον οἱ ἀόρατοι καὶ ἀφανεῖς ἐχθροὶ, πονηροὶ δαίμονες καὶ μοχθηρὰ πνεύματα, δι' ὧν τὰ τῆς πολυθέου πλάνης ἐνηργεῖτο πάλαι· ὧν παντελὴς διασκορπισμὸς μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν γέγονεν· οἱ δ' αὐτοὶ, τηκόμενοι ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς, ἐβόων λέγοντες· «Ἔα· τί ἡμῖν καὶ σοὶ, Υἱὲ Θεοῦ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς.» Αἱ γὰρ τῆς θεότητος αὐτοῦ ἀόρατοι καὶ ἀφανεῖς ἀκτῖνες, βασάνους καὶ ἀλγηδόνας τοῖς ταῦτα λέγουσι παρεῖχον. Τὸ δέ γε δεξιὸν τῶν φίλων τοῦ Θεοῦ τάγμα ὁποίων ἀπέλαυεν ἀγαθῶν ἐν τῇ τοῦ Σωτῆρος ἡμῶν ἀναστάσει, ἑξῆς διδάσκει ἡ προφητεία λέγουσα· «Καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν, ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ.» Ὁποῖον δέ ἐστι τὸ μὴ ἁπλῶς εὐφραίνεσθαι καὶ ἀγαλλιᾷν, ἀλλ' ἐνώπιον τοῦ Θεοῦ καὶ παρὰ τῷ Θεῷ τούτων ἀπολαύειν, ἡδονῇ τε θείᾳ ἐντρυφᾷν, οὐκ ἔστιν ἐπαξίως λόγῳ διηγήσασθαι. 23.685 «Ἄσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ· ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν.» Τὸν μὲν περὶ τῶν ἐχθρῶν καὶ μισούντων τὸν Θεὸν λόγον διὰ βραχέων ἐπετέμετο ἡ προφητεία· τὸν δὲ περὶ τῶν δικαίων ἐξαπλοῖ, ἐνδιατρίβουσα τῇ περὶ αὐτῶν μνήμῃ. Καὶ δὴ τὸ Πνεῦμα τὸ ἅγιον παρακελεύεται τοῖς δικαίοις ᾄδειν καὶ ψάλλειν τῷ Θεῷ, ὡς ἂν διὰ τούτων μέλλουσιν ἀπολαύειν τῆς θείας εὐφροσύνης καὶ τῆς προλεχθείσης τερπωλῆς καὶ ἀγαλλιάσεως. Καὶ ἐπείπερ τῶν δύο τούτων, λέγω δὲ τοῦ ᾄδειν καὶ ψάλλειν, τὸ μὲν κρεῖττον ἦν τὸ ᾄδειν, τὸ δὲ ὑποβεβηκὸς τὸ δι' ὀργάνου ἀνακρούεσθαι, εἰκότως τὸ μὲν κρεῖττον ἀνέθηκε τῷ Θεῷ, τὸ δὲ διὰ τοῦ ὀργάνου ἐνεργεῖν τῷ ὀνόματι αὐτοῦ. «Ἄσατε» γὰρ, φησὶ, «τῷ Θεῷ, καὶ ψάλατε τῷ ὀνόματι αὐτοῦ.» Ἄδει δὲ τῷ Θεῷ ὁ δι' ὑγιῶν δογμάτων τὴν ψυχὴν πεπαιδευμένος καὶ τὰς πρεπούσας αὐτῷ θεολογίας ἐκ διανοίας κεκαθαρμένης ἀναπέμπων· ψάλλει δὲ τῷ ὀνόματι αὐτοῦ, ὁ διὰ τῶν τοῦ σώματος κινήσεων καὶ διὰ τῆς τῶν αἰσθητηρίων ἐνεργείας τοιαῦτα πράττων, ὡς δοξάζεσθαι δι' αὐτοῦ παρὰ τοῖς ὁρῶσι τὸ ὄνομα τοῦ Θεοῦ. Ταῦτα μὲν οὖν πρῶτα