236
παρακελεύεται τῷ τῶν δικαίων χορῷ πράττειν ὁ λόγος· ἑξῆς δὲ πρᾶγμά τι ποιεῖν ἑτέροις χρήσιμον προστάττει. Ἵνα γὰρ ἐπιβῇ ὁ Θεὸς τῷ τῶν ἀνθρώπων βίῳ, καὶ ὅπως ἐμπεριπατήσῃ τοῖς ἐπὶ γῆς, τὴν ὁδὸν αὐτῷ λείαν καὶ ὁμαλὴν ἀπεργάζεσθαι διακελεύεται φάσκων· «Ὁδοποιήσατε·» ἢ κατὰ τὸν Σύμμαχον, «Καταστρώσατε·» κατὰ δὲ τὸν Ἀκύλαν, «Ἀποσκολοπίσατε,» τουτέστι πᾶν σκολιὸν ἀφέλετε, καὶ πᾶν τραχὺ καταστρώσατε, ὡς ἂν γένοιτο λεία καὶ ὁμαλὴ τοῦ Θεοῦ ἡ εἰς ἀνθρώπους πορεία. Τοῦτο δὲ καὶ Ἡσαΐας ἐδήλου λέγων· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται. Καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.» Ἐνταῦθα δὲ οὐ πρότερον ὁδοποιεῖν κελεύει ἢ πρῶτον αὐτοὺς μαθόντας ὅπως χρὴ ᾄδειν τῷ Θεῷ καὶ ὅπως ψάλλειν τῷ ὀνόματι αὐτοῦ. Ταῦτα γὰρ προμαθόντας καὶ ἔργοις ἐπιτελέσαντας, ἑξῆς βούλεται ὁδοποιεῖν, τουτέστι τὰς παρὰ τῶν ἀνθρώπων ψυχὰς παρασκευάζειν, καθαράς τε καὶ ἑτοίμους αὐτὰς ἀπεργάζεσθαι εἰς τὴν ἐπιδημίαν τοῦ προδηλωθέντος Θεοῦ. ∆ιό φησιν· «Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ.» Κέκληκε δὲ τὸν Κύριον ἐνταῦθα καινοτέρᾳ φωνῇ κατὰ τὴν Ἑβραϊκὴν λέξιν· ἴα γὰρ αὐτὸν ὠνόμασεν· ὅθεν ὁ Σύμμαχος, «∆ιὰ τοῦ ἴα ἡ ὀνομασία αὐτοῦ,» ἡρμήνευσεν· ἡ δὲ πέμπτη ἔκδοσις, «Ἐν τῷ ἴα τὸ ὄνομα αὐτοῦ.» Ἠνίξατο δὲ τὸ ὄνομα τοῦ Σωτῆρος Ἰησοῦ διὰ τῆς πρώτης συλλαβῆς. Καὶ τοῦτον τὸν Κύριον, οὗ τὸ ὄνομά φησιν εἶναι διὰ τοῦ ἴα, ἢ ἐν τῷ ἴα, ἐπιβεβηκέναι ἐπὶ δυσμῶν διδάσκει· σημαίνει δὲ τὴν εἰς ἀνθρώπους αὐτοῦ πάροδον καὶ τὴν ἔνσαρκον ἐπιδημίαν. Οὐ γὰρ τὸν ἐν μορφῇ Θεοῦ Θεὸν Λόγον γυμνὸν ἐπιδείξας φώτων δίκην ἐξήστραψε τὸν τῶν ἀνθρώπων βίον, μορφὴν δὲ δούλου λαβὼν καὶ 23.688 τὰς ἀκτῖνας τῆς ἑαυτοῦ θεότητος συστείλας, καὶ ὥσπερ καταδὺς ἐν τῷ σώματι, ἐπὶ δυσμῶν τε γενόμενος τοῦ θνητοῦ βίου, (ὃν ὁ θεῖος Ἀπόστολος σκότος ὠνόμασεν εἰπών· «Πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου·)» ἢ ἐν αὐτῷ καταδὺς τῷ θανάτῳ, λέλεκται ἐπιβεβηκέναι ἐπὶ δυσμῶν. Τούτῳ οὖν, φησὶ, τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν Κυρίῳ, οὗ τὸ Ἰησοῦ ὄνομα διὰ τοῦ ἴα σημαίνεται, ὁδοποιήσατε. Προστάττει δὲ ταῦτα τὸ Πνεῦμα τὸ προφητικὸν τῷ ἀποστολικῷ χορῷ, καὶ τοῦτο πράττειν σὺν πολλῇ προθυμίᾳ καὶ παῤῥησίᾳ ἐπικελεύεται. ∆ιὸ ἐπιλέγει ἑξῆς· «Καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον, «Καὶ γαυριᾶσθε εἰς πρόσωπον αὐτοῦ.» Καὶ ἄλλο δὲ γνώρισμα δίδωσι τοῦ προδηλωθέντος Κυρίου, λέγων· «Τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν.» Εἰ μὴ γὰρ ὀρφανῶν ἠξίωσε γενέσθαι πατὴρ, χηρῶν τε ἔκδικος καὶ κριτὴς, οὐδεὶς ἦν αὐτῷ λόγος πρὸς τοὺς ἐπὶ γῆς ταπεινούς. Ἐπεὶ δὲ καθ' ὑπερβολὴν φιλανθρωπίας κατηξίωσεν ἐπιβῆναι ἐπὶ δυσμῶν, καὶ τῶν ἐν τῷ σκότῳ ὀρφανῶν χρηματίσαι πατὴρ, τῶν τε ἀπεριστάτων χηρῶν τε καὶ ἐρήμων ψυχῶν κριτὴς καὶ ἔκδικος γενέσθαι· εἰκότως τὴν ὁδὸν τὴν ἄγουσαν ἐπὶ τοὺς ὀρφανοὺς τοὺς τὸν ἐπουράνιον ἀγνοοῦντας Πατέρα, ἐπί τε τὰς ἐστερημένας τοῦ νυμφίου χήρας ψυχὰς ὁδοποιεῖν παρακελεύεται. Καὶ ἄλλως δὲ, τοῦ περὶ Προνοίας λόγου γένοιτ' ἂν ἡ διάνοια παραστατικὴ, διδάσκουσα, ὅτι χῆραι καὶ ὀρφανοὶ ἔρημοι καὶ ἀπερίστατοι καταλείπονται ἐν τῷ βίῳ οὐκ ἄνευ λόγου καὶ σοφίας Θεοῦ, ἀλλ' εἰς δόξαν αὐτοῦ καὶ εἰς ἔνδειξιν τῆς αὐτοῦ θείας ἐπισκοπῆς. Πολλάκις γοῦν οἱ γονέων ἐστερημένοι παῖδες ὀρφανοὶ μᾶλλον τῶν ὑπὸ πατράσι τραφέντων λόγων καὶ παιδείας μετέσχον, μακρόβιοί τε καὶ πολυχρόνιοι γεγόνασι· καὶ οὐ μόνον τροφῆς ηὐπόρησαν, ἀλλὰ καὶ εἰς ἐπισήμους ἄνδρας προῆλθον. Καὶ γυναῖκες ὡσαύτως χηρείαν δυστυχήσασαι μᾶλλον τῶν ἐν συζυγίᾳ βίον εὔθυμον καὶ ἄλυπον καὶ θεοσεβῆ διεξῆλθον· τοῦ Θεοῦ τοῖς μὲν ὀρφανοῖς ὑπὲρ πάντα πατέρα καταστάντος, ταῖς δὲ χήραις ἀντιλήπτορος καὶ ἐκδίκου. ∆ιὸ εἴρηται· «Τοῦ