237
πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν.» Ἀντὶ δὲ τοῦ, «Τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν,» ὁ Σύμμαχος· «Τῷ ἐποχουμένῳ ἐν τῇ ἀοικήτῳ.» Ἀοίκητον δὲ καλεῖ τὴν τῶν ἀλλογενῶν καὶ ἀλλοφύλων ἐθνῶν χώραν· ἣν ἔρημον ὀνομάζειν ἐν ἑτέροις εἴωθεν ὁ λόγος. Καὶ πάλιν ἀντὶ, «τοῦ κριτοῦ τῶν χηρῶν,» ὁ μὲν Ἀκύλας, «δικαστοῦ χηρῶν,» ὁ δὲ Σύμμαχος, «καὶ ὑπερδικοῦντος χηρῶν,» ἡρμήνευσαν. Σφόδρα δὲ ἀκριβῶς ὀρφανῶν μὲν αὐτὸν πατέρα ἀποκαλεῖ, χηρῶν δὲ κριτήν. Ἐπεὶ γὰρ μὴ πᾶσαι χῆραι τῆς ἴσης ὑπάρχουσι προαιρέσεως, διακρίνων τὰς ἀξίας αὐτοῦ καὶ τὰς μὴ τοιαύτας, κριτὴς αὐτῶν καθίσταται. Οὐ μὴν καὶ ὀρφανῶν ὁμοίως γένοιτ' ἂν κριτής· ἐξ ἴσου γὰρ τούτων πατρὸς δίκην προνοεῖ. «Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ, ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ.» Ἐπειδὴ τὸν προδηλωθέντα Κύριον κάτω που ἐπὶ τὸ ταπεινὸν κατήγαγεν ὁ λόγος, ἐπιβεβηκέναι ἐπὶ δυσμῶν φήσας αὐτὸν, ὀρφανῶν τε εἶναι πατέρα καὶ χηρῶν κριτὴν, ἀναγκαίως ἐπανέρχεται ἐπὶ τὴν περὶ αὐτοῦ θεολογίαν, διδάσκων, 23.689 ὅτι ταῖς μὲν προλεχθείσαις δυσμαῖς διά τινας οἰκονομίας πρὸς βραχὺν ἐπιβαίνει χρόνον· τό γε μὴν οἰκητήριον αὐτοῦ καὶ ἡ πρέπουσα αὐτῷ διατριβὴ οὐκ ἐν δυσμαῖς ἐστιν, «ἀλλ' ἐν τόπῳ ἁγίῳ·» ἢ κατὰ τὸν Ἀκύλαν, «ἐν οἰκητηρίῳ ἡγιασμένῳ αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον, «ἐν βασιλείοις ἁγίοις αὐτοῦ.» Ἔστι μὲν γὰρ αὐτῷ τόπος ἐμπρέπων καὶ ἁρμόζων τῇ αὐτοῦ θεότητι· ὅμως δ' οὖν, φιλάνθρωπος ὢν, τοῦ οἰκείου μεγέθους ὑποκαταβαίνει, συγκαταβαίνει τε τοῖς ἐν δυσμαῖς οἰκοῦσιν ὀρφανοῖς καὶ χήραις. ∆ιὸ καὶ ἀλλαχοῦ εἴρηται· «Ὅτι ἰδοὺ Κύριος Κύριος ἐκπορεύεται καὶ καταβήσεται ἐκ τοῦ τόπου αὐτοῦ.» Κατιὼν δὲ ἐνθένδε καὶ ἐπιβαίνων ἐπὶ δυσμὰς, ὁποῖα διαπράττεται θεασώμεθα. «Κατοικίζει, φησὶ, μονοτρόπους ἐν οἴκῳ.» Κατὰ δὲ τὸν Σύμμαχον, «∆ίδωσιν οἰκεῖν μοναχοῖς οἰκίαν·» καὶ κατὰ τὸν Ἀκύλαν, «Καθίζει μονογενεῖς οἴκονδε·» κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, «Κατοικίζει μονοζώνους ἐν οἴκῳ.» Καὶ τοῦτ' ἦν τὸ πρῶτον αὐτοῦ κατόρθωμα· ὃ δὴ καὶ μέγιστον τῶν αὐτοῦ κατορθωμάτων τῷ τῶν ἀνθρώπων δεδώρηται γένει. Τὸ γοῦν πρῶτον τάγμα τῶν ἐν Χριστῷ προκοπτόντων τὸ τῶν μοναχῶν τυγχάνει. Σπάνιοι δέ εἰσιν οὗτοι· διὸ κατὰ τὸν Ἀκύλαν μονογενεῖς ὠνομάσθησαν ἀφωμοιωμένοι τῷ μονογενεῖ Υἱῷ τοῦ Θεοῦ. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα μονότροποι τυγχάνουσιν, ἀλλ' οὐ πολύτροποι, οὐδὲ ἄλλοτε ἄλλως τὸν ἑαυτῶν μεταβάλλοντες τρόπον, ἕνα δὲ μόνον κατορθοῦντες, τὸν εἰς ἄκρον ἥκοντα ἀρετῆς. Μονοζώνους δὲ αὐτοὺς ἡ πέμπτη ἔκδοσις ὠνόμασεν, ὡς ἂν μονήρεις καὶ καθ' ἑαυτοὺς ἀνεζωσμένους. Τοιοῦτοι δὲ πάντες εἰσὶν οἱ τὸν μονήρη καὶ ἁγνὸν κατορθοῦντες βίον, ὧν πρῶτοι γεγόνασιν οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, οἷς εἴρητο· «Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον.» Ἐν γὰρ τῷ λέγειν μὴ δεῖν κτήσασθαι χρυσὸν μηδὲ ἄργυρον εἰς τὰς ζώνας ἀνεζωσμένους αὐτοὺς εἰσάγει. Οὕτω δὲ καὶ πᾶσιν ἡμῖν ὁ Ἀπόστολος παρακελεύεται λέγων· «Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.» Καὶ οἱ τὸ Πάσχα δὲ ἐσθίοντες ἐκελεύοντο τὰς ὀσφῦς ἔχειν περιεζωσμένας. Τοῦτο δὴ οὖν πρῶτον κατορθοῖ τοῖς ἐν δυσμαῖς οἰκοῦσιν ἐπιδημήσας ὁ θεσπιζόμενος. Ἀπὸ γὰρ τῶν προλεχθέντων ὀρφανῶν καὶ τῶν δηλωθεισῶν χηρῶν ἀφορίσας, ἐξαίρετον καὶ τιμιώτατον ἑαυτῷ τάγμα τὸ τῶν μονοτρόπων κατοικίζει αὐτοὺς ἐν οἴκῳ, δηλαδὴ ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ, παραμένειν καὶ κατοικεῖν ἐν αὐτῇ καταξιῶν αὐτούς. Μετὰ δὲ τούτους δεύτερον ἔργον κοινωφελὲς καὶ εἰς πολλοὺς διαβαῖνον κατορθοῖ, «ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ·» τῇ γὰρ ἑαυτοῦ ἀνδρείᾳ ἐξάγει τοὺς πρότερον σειραῖς ἁμαρτιῶν πεπεδημένους. Ἀντὶ δὲ τοῦ, «ἐν ἀνδρείᾳ, εἰς ἀπόλυσιν,» ἡρμήνευσεν ὁ Σύμμαχος, εἰπών· «Ἐξάγει δεδεμένους εἰς ἀπόλυσιν.» Νοήσεις δὲ καὶ τοῦτο ἐκ τῆς λεγούσης ἐν Ἡσαΐᾳ προφητείας εἰς αὐτοῦ πρόσωπον τοῦ Κυρίου· «Ἰδοὺ δέδωκά σε εἰς