239
αἰτεῖν κληρονομίαν, οὔτε Ἰουδαίων ἔθνος, ἀλλὰ πάντα τὰ ἔθνη καὶ τὰ πέρατα τῆς γῆς, τίς ἂν γένοιτο ἢ ὁ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν συστησάμενος; Ταύτῃ οὖν τῇ κληρονομίᾳ αὐτοῦ ἀφώρισε βροχὴν ἑκούσιον· διὸ λέλεκται περὶ αὐτοῦ· «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν.» Λόγος δὲ ἦν εὐαγγελικὸς ἡ βροχὴ ἡ ἑκουσία, καὶ τὸ τῆς Καινῆς ∆ιαθήκης κήρυγμα τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ παραδεδομένον. Καλὴ δὲ ἡ προσθήκη τῆς «ἑκουσίας βροχῆς·» διὰ Μωϋσέως μὲν γὰρ οὐχ ἑκούσιος τοῖς παλαιοῖς παρείχετο λόγος, ἐπεὶ οὐ κατὰ γνώμην τὴν αὐτοῦ ἐνομοθετεῖτο· διὸ πρὸς αὐτοὺς ἔλεγεν ὁ Σωτήρ· «Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν·» ὁ δὲ λόγος ὁ εὐαγγελικὸς κατὰ βουλὴν καὶ κατὰ προαίρεσιν Θεοῦ ἀφωρίσθη «τῇ κληρονομίᾳ» αὐτοῦ, ἣν ἀσθενήσασαν σὺ, φησὶ, κατηρτίσω· κατὰ δὲ τὸν Ἀκύλαν, «Μεμοχθηκυῖαν, φησὶ, σὺ ἥδρασας αὐτήν·» κατὰ δὲ τὸν Σύμμαχον, «Ἣν ἐξεπόνησας, φησὶ, καὶ ἥδρασας.» Οὐ δεῖ δὲ πολλῶν λόγων εἰς τὸ παραστῆσαι ὅπως ἡ ἐξ ἐθνῶν πάλαι πρότερον ἦν μεμοχθηκυῖα πόνοις καὶ μόχθοις τῆς εἰδωλολάτρου πλάνης καταπονηθεῖσα· ἀσθενήσασά τε ἦν εἰς ὑπερβολὴν, ὡς μηδεμίαν ἐν αὐτῇ καταλειφθῆναι δύναμιν. Ἀλλ' ἀναλαβὼν αὐτὴν ὁ Σωτὴρ κατηρτίσατο αὐτὴν, ἑδράσας ἐπὶ τὴν πέτραν τὴν ἀῤῥαγῆ καὶ ἄσειστον τῆς αὐτοῦ πίστεως· ὃ δὴ καὶ ἐπηγγείλατο ποιήσειν εἰπών· «Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Ἑδράσας δὲ αὐτὴν καὶ καταρτισάμενος, τὰ ζῶα ἑαυτοῦ κατῴκισεν ἐν αὐτῇ. Ζῶα δὲ τίνα ἂν εἴποις τοῦ Θεοῦ ἢ τὰς ἐκ τῆς παρ' αὐτῷ ζωῆς ἀρυομένας καὶ ζωοποιουμένας ψυχάς; Καὶ ταῦτα πάντα, φησὶν, «ἡτοίμασας» διὰ τῆς σῆς χρηστότητος καὶ φιλανθρωπίας, ἢ διὰ «τῆς σῆς ἀγαθωσύνης,» κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, «τῷ πτωχῷ.» Πτωχὸν δὲ ἐνταῦθα κέκληκε μυστικῶς τὸν κατὰ σάρκα ἄνθρωπον τοῦ Σωτῆρος ἡμῶν, ὃς «πλούσιος ὢν ἐπτώχευσε δι' ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.» Ἐδήλου δὲ αὐτοῦ τὴν πτωχείαν καὶ αὐτὸς λέγων· «Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» Τούτῳ οὖν τῷ πτωχῷ ὁ Θεὸς καὶ Πατὴρ αὐτοῦ τῇ αὐτοῦ φιλανθρωπίᾳ καὶ χρηστότητι ἡτοί 23.696 μασε τὰ προλεχθέντα πάντα· λέγω δὲ τὴν ἑκούσιον βροχὴν, τὴν δηλωθεῖσαν κληρονομίαν, τὰ προλεχθέντα ζῶα. ∆ιὸ τοῖς πᾶσιν ἐπενήνεκται τὸ, «Ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ. Κύριος δώσει τὸ ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Τὰ μὲν κατορθώματα τοῦ ἐπιβεβηκότος ἐπὶ δυσμῶν Κυρίου τοιαῦτα. Ἐπεὶ δ' ἐχρῆν αὐτὰ ἐξάκουστα πᾶσιν ἀνθρώποις γενέσθαι, πάλιν ὁ αὐτὸς Κύριος καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ἐπιτελεῖ. Πῶς δὲ καὶ τίνα τρόπον; Ἀνθρώποις μὴ ἔχουσιν ἴδιον λόγον, μηδὲ οἰκείαν σοφίαν, παντελῶς δὲ ἰδιώταις ἀνεπιστήμοσιν, αὐτὸς ἐπιχορηγήσει ῥῆμα μεστὸν ἀφάτου καὶ πολλῆς δυνάμεως. Οἱ δὲ δυναμωθέντες καὶ στομωθέντες ὑπὸ τοῦ δωρηθέντος αὐτοῖς ῥήματος κήρυκες ἀγαθῶν τοῦ παντὸς κόσμου καταστήσονται εὐαγγελιζόμενοι πᾶσιν ἀνθρώποις τὰ προλελεγμένα. ∆ιὸ ἀκολούθως τοῖς τοῦ Κυρίου κατορθώμασιν ἐπενήνεκται τό· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Ἀναγκαῖον δὲ ἦν γνῶναι ἡμᾶς καὶ τοῦτο. Ἐπειδὴ ἀνωτέρω παρεκελεύετό τισιν ᾄδειν καὶ ψάλλειν τῷ Θεῷ, ὁδοποιεῖν τε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, παρέστησεν εἰπών· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Τούτοις γὰρ τοῖς εὐαγγελιζομένοις καὶ ὁδοποιοῦσιν αὐτῷ τὴν εἰς ἀνθρώπους πάροδον αὐτὸς ὁ πρὸς αὐτῶν καταγγελλόμενος δώσει ῥῆμα θεϊκόν. Τοσοῦτοι γὰρ ἦσαν χωρητικοὶ σὺν πολλῇ δυνάμει· καὶ μέγα ἦν αὐτοῖς τουτὶ τὸ ῥῆμα καὶ αὔταρκες εἰς τὴν τοῦ Εὐαγγελίου διακονίαν. Αὐτὸς μὲν γὰρ ὁ Κύριος ὁ τέλειος ἦν τοῦ Θεοῦ Λόγος. Οἱ δὲ ῥῆμα λαβόντες καὶ βραχείας τινὸς τῆς αὐτοῦ δυνάμεως ἐμπνεύσεως καταξιωθέντες τὴν σύμπασαν ἐπλήρουν οἰκουμένην τοῦ Εὐαγγελίου σὺν πολλῇ δυνάμει κηρύττοντες. Τοῦτο γοῦν καὶ