240
ἐπήγγελτο αὐτοῖς δι' ἑαυτοῦ φήσας· «Ὑμεῖς δὲ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς.» Κατὰ δὲ τὸν Σύμμαχον, «Κύριος, φησὶν, ἔδωκε ῥήσεις εὐαγγελιζομένῃ στρατιᾷ πολλῇ.» Στρατιὰ δὲ ἦν πολλὴ τοῦ Σωτῆρος ἡμῶν ἡ τῶν εὐαγγελιζομένων τὰς δοθείσας αὐτοῖς ῥήσεις, πρῶτον μὲν ἀποστόλων ιβʹ· ἔπειτα μαθητῶν οʹ· καὶ ἐπὶ τούτοις ἑτέρων φʹ, οἷς ἀθρόως ἐφάνη μετὰ τὴν ἀνάστασιν, ὡς ὁ θεῖος ἐμαρτύρησεν Ἀπόστολος εἰπών· «Ἔπειτα ὤφθη ἐπάνω φʹ ἀδελφοῖς ἐφάπαξ· ἐξ ὧν οἱ πλείονες μένουσι ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν·» οἷς ἐπιλέγει· «Ἔπειτα ὤφθη τοῖς ἀποστόλοις πᾶσιν.» Ἦσαν γὰρ ἦσαν καὶ μετὰ τοὺς ιβʹ, καὶ μετὰ τοὺς οʹ, καὶ μετὰ τοὺς φʹ ἕτεροι πλείους κήρυκες τοῦ Εὐαγγελίου, κατά τε τοὺς χρόνους τοὺς ἀποστολικοὺς, καὶ μετ' ἐκείνους ἕτεροι οἱ κατὰ πᾶσαν τὴν οἰκουμένην ἐν ταῖς Ἐκκλησίαις αὐτοῦ τὸ Εὐαγγέλιον αὐτοῦ κηρύττοντες, οἷς ὁ βασιλεὺς τῶν δυνάμεων τὴν τοῦ Ἀγαπητοῦ δύναμιν ἐχορήγει. Ἕτεραι δὲ παρὰ ταύταις τοῦ Ἀγαπητοῦ δυνάμεις ἦσαν αἱ κατ' οὐρανὸν στρατιαὶ, ἄγγελοι καὶ ἀρχάγγελοι, καὶ πνεύματα θεῖα. Αὗται γὰρ ἦσαν αἱ δυνάμεις τοῦ Ἀγαπητοῦ. 23.697 ∆ιὸ Κύριος τῶν δυνάμεων ἀνηγόρευται. Ἀγαπητὸς δὲ τοῦ Θεοῦ τίς ἦν ἢ ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ; ᾧ ἡ πατρικὴ φωνὴ ἐμαρτύρει φήσασα· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς ὃν ηὐδόκησα·» Οὗτος τοίνυν ὁ βασιλεὺς τῶν τοῦ Ἀγαπητοῦ δυνάμεων, ὥσπερ ταῖς κατ' οὐρανὸν δυνάμεσιν ἐχορήγει τὰς ἑαυτοῦ εὐεργεσίας, οὕτως καὶ τοῖς ἐπὶ γῆς εὐαγγελιζομένοις δίδωσι τὸ εὐαγγελικὸν ῥῆμα σὺν δυνάμει πολλῇ. Καὶ αὐτοὶ δὲ οὗτοι οἱ ἐπὶ γῆς στρατιαὶ ἦσαν αὐτοῦ καὶ δυνάμεις αὐτοῦ. ∆ιὸ κατὰ τὸν Σύμμαχον λέλεκται· «Βασιλεῖς τῶν στρατειῶν ἠγαπήθησαν,» ἢ, ἀγαπητοὶ ἐγένοντο. Τούτοις δὲ αὐτοῖς καὶ ἄλλο χάρισμα ἐδωρήσατο· τοῦτο δὲ ἦν τὸ διελέσθαι σκύλα εἰς ὡραιότητα τοῦ οἴκου. Ὡραιότης μὲν οἴκου τὰ διαπρέποντα ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ εἴη ἂν τάγματα· ὧν καὶ ἐπιθυμητὴς ὁμολογεῖ τις γεγονέναι, φήσας· «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου.» Καὶ πάλιν· «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.» Τὰ Ἅγια τοίνυν τῶν ἁγίων εἴη ἂν ἡ τερπνότης καὶ ὡραιότης τοῦ οἴκου τοῦ Θεοῦ. Ταῦτα δέ ἐστι τὰ ἐν σωφροσύνῃ καὶ ἁγνείᾳ, καὶ δικαιοσύνῃ, καὶ ταῖς λοιπαῖς ἀρεταῖς διαλάμποντα τῆς Ἐκκλησίας τοῦ Θεοῦ τάγματα. Εἰς δὲ τὴν ὡραιότητα ταύτην σκύλα διελέσθαι τοῖς αὐτοῦ στρατιώταις ἐδωρήσατο ὁ βασιλεὺς τῶν δυνάμεων. Τῶν γὰρ πολεμίων ἀνατραπέντων καὶ εἰς φυγὴν κεχωρηκότων, λέγω δὲ τῶν ἀφανῶν καὶ ἀοράτων δυνάμεων, περὶ ὧν ἀνωτέρω ἐλέγετο· «Ἀναστήτω ὁ Θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, φυγέτωσαν πάντες οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ,» οἱ τοῦ νικητοῦ βασιλέως στρατιῶται τὰ σκύλα τούτων εἰς ἑαυτοὺς διῃροῦντο. Σκύλα δὲ ἦμεν ἡμεῖς καὶ πᾶν τὸ τῶν ἀνθρώπων γένος, τὸ πάλαι πρότερον ὑποχείριον τῶν ἀντικειμένων δυνάμεων γεγενημένον· ὧν ἀπελασθεισῶν, οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι, καὶ εὐαγγελισταὶ, ἥ τε λοιπὴ αὐτοῦ στρατεία, τὰς πάλαι πρότερον ἐσκυλευμένας ψυχὰς, κτῆμα ἴδιον ποιησάμενοι, διενείμαντο εἰς ἀλλήλους. Παῦλος μὲν οὖν ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ τὰ ἐξ ἐθνῶν ἐκληροῦτο σκύλα· Πέτρος δὲ πάλιν ἑτέρων ἐθνῶν καὶ Ἰωάννης ὡσαύτως ἑτέρων, καὶ τῶν λοιπῶν ἀποστόλων ἕκαστος παραπλησίως. Ἀφ' ὧν σκύλων τὰ ἐξαίρετα ἀναθήματα, εἰς ὡραιότητα τοῦ οἴκου τοῦ Θεοῦ ἀφώριζον. ∆ιὸ λέλεκται· «Καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκύλα. Ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου.» Μνημονεύσας ὁ λόγος τῶν εὐαγγελιζομένων δυνάμει πολλῇ τοῦ τε οἴκου καὶ τῆς ὡραιότητος αὐτοῦ, ἔτι