242
εἰρήνη λέλεκται, κατὰ τὸ, «Ἐν εἰρήνῃ ἁγίᾳ ὁ τόπος αὐτοῦ.» «Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων· Κύριος ἐν αὐτοῖς ἐν Σιναῒ ἐν τῷ ἁγίῳ.» Ἀποδοὺς ὁ λόγος πρώτην τὴν περὶ τοῦ ἁγίου Πνεύματος διδασκαλίαν διὰ τῆς περιστερᾶς, ἔπειτα τὴν περὶ τοῦ Υἱοῦ διὰ τοῦ ὄρους τοῦ Θεοῦ, καταβαίνει λοιπὸν ἐπὶ τὰς ὑποβεβηκυίας δυνάμεις· παριστὰς, ὅτι, εἰ καὶ τὰ μάλιστα τὸ ὄρος τὸ ἀποδοθὲν τοιοῦτον τυγχάνει, ὡς ἐν αὐτῷ κατοικεῖν πᾶν τὸ πλήρωμα τῆς πατρικῆς θεότητος, ἀλλ' οὐ μόνον τοῦτο κτῆμά ἐστι τοῦ Πατρὸς, ἔχει δὲ καὶ ἄλλας ὑποβεβηκυίας διακονικὰς καὶ λειτουργικὰς δυνάμεις, ἃς μυρίας οὔσας καὶ πολλὰς, τῇ τε ἀρετῇ διαφερούσας ὑφ' ἕνα ζυγὸν καταδησάμενος, ἅρμα ἑαυτῷ κατέζευξεν ὁ παμβασιλεὺς Θεὸς, ὑφ' ἡνιόχῳ τῷ Μονογενεῖ αὐτοῦ Λόγῳ. Τὸ δὲ τούτων πλῆθος καὶ ∆ανιὴλ ὁ προφήτης ἐν τῇ θεοπτίᾳ παρίστησι λέγων· «Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ.» Ὧ συμφώνως καὶ νῦν λέλεκται· «Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων.» Ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· «Ὄχησις τοῦ Θεοῦ μυριάδων, χιλιάδες ἠχούντων.» Τί δὲ «ἠχούντων» ἢ πάντως που φωνὰς πλήρεις δοξολογίας καὶ θεολογίας; Οἷα καὶ τὰ σεραφεὶμ ἀναγέγραπται παρὰ τῷ Ἡσαΐᾳ βοῶντα καὶ λέγοντα· «Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.» Ἐν ταύταις δὲ ταῖς χιλιάσι καὶ ταῖς μυριάσι ταῖς ὑπεζευγμέναις τῷ ἅρματι τοῦ Θεοῦ καὶ αὐτὸς ὁ Κύριος μέσος ἐμπολιτεύεται, ὥσπερ ἡνιοχῶν αὐτὰς καὶ τῷ Πνεύματι παρασκευάζων. ∆ιὸ ἐπιλέγεται, «Κύριος ἐν αὐτοῖς.» Ποῖος δὲ Κύριος, σημαίνει προϊὼν καὶ φάσκων· «Ἐν Σιναῒ ἐν τῷ ἁγίῳ.» Αὐτὸς γὰρ ἐκεῖνος, φησὶν, ὁ Κύριος ὁ ἐν Σιναῒ τῷ ἁγίῳ ὄρει ὀφθείς· ἦν δὲ οὗτος ὁ τοῦ Θεοῦ Λόγος, δηλαδὴ τοῖς ὑπὸ τὸ ἅρμα τοῦ Θεοῦ ἐζευγμένοις. ∆ιὸ οὐ τῷ τετραγράμμῳ κέχρηται ἡ Ἑβραϊκὴ λέξις, στοιχείοις δὲ κοινοῖς τὸν Κύριον περιέχει ἐν τῷ, «Κύριος ἐν αὐτοῖς.» Ἵνα γὰρ ἕτερον παραστήσῃ τοῦτον τοῦ ἀνωτέρω διὰ τοῦ τετραγράμμου σημανθέντος Θεοῦ, ὅτε μὲν «τὸ ἅρμα τοῦ Θεοῦ» ἐλέγετο, διὰ τῶν ἀνεκφωνήτων παρ' Ἑβραίοις ἐδηλοῦτο στοιχείων· νυνὶ δὲ τοῖς κοινοτέροις χαρακτῆρσιν, οἷς καὶ ὁ παρ' ἀνθρώποις γράφεται κύριος. Ἀκριβῶς δὲ καὶ τὸν τόπον ἐπισημαίνεται τὸν «ἐν Σιναῒ,» ἵνα σημήνῃ τὸν ἐπὶ γῆς ὀφθέντα Κύριον. Σφόδρα δὲ ἀκολούθως ἐπιλέγει ἑξῆς· «Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν· ἔλαβες δόματα ἐν ἀνθρώποις.» Αἰνίτ 23.704 τεται δὲ αὐτοῦ τὴν κάθοδον, διὰ τοῦ φάναι, «ἀνέβης·» οὐ γὰρ ἂν ἄλλως ἀνέβη, εἰ μὴ πρότερον καταβεβήκει. «Ὁ γὰρ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.» Ἀναβὰς δὲ τί ἔπραξεν; Ἠχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔλαβε δόματα ἐν ἀνθρώποις. Ποίαν δὲ αἰχμαλωσίαν ᾐχμαλώτευσεν ἢ τὰ προλεχθέντα σκύλα, ἃ διενείμαντο οἱ αὐτοῦ στρατιῶται; Ἀλλὰ καὶ ἔλαβε δόματα ἐν ἀνθρώποις, τοῦ Πατρὸς αὐτῷ δεδωρημένου, καθ' ἣν ἐπήγγελται πρὸς αὐτὸν ἐπαγγελίαν, φήσας· «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ταῦτα δὲ τὰ δόματα «ἐν ἀνθρώποις» παρὰ τοῦ Πατρὸς λαβὼν, συνεστήσατο τὴν Ἐκκλησίαν αὐτοῦ. Τούτοις ἑξῆς εἴρηται· «Καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι·» ὅπερ σαφέστερον ἀπέδωκεν ὁ Σύμμαχος εἰπών· «Ἔτι καὶ ἐν ἀπειθοῦσι κατασκηνῶσαι.» Καὶ τοῦτο γὰρ, φησὶ, παρὰ τοῦ Πατρὸς ἔλαβε, τὸ κατασκηνῶσαι ἐν τοῖς πάλαι ἀπειθοῦσι καὶ ἀντιλέγουσι τῇ τοῦ Θεοῦ εὐσεβείᾳ. Καὶ ταύτην γὰρ εἴληφε τὴν ἐξουσίαν, ὥστε ἐν μέσῳ τῶν ἀπειθούντων κατασκηνοῦν, ἐξ αὐτῶν τε τῶν ἀπειθούντων λαμβάνειν ἑαυτῷ δόγματα. Τοσούτων δὴ μαθημάτων παραδοθέντων διὰ τῆς προφητείας, ἑξῆς τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἐπὶ μεγάλοις καὶ παραδόξοις κατορθώμασιν, εὐλογεῖ τὸν τοσούτων ἀγαθῶν δοτῆρα φάσκον· «Κύριος ὁ Θεὸς εὐλογητὸς, εὐλογητὸς Κύριος ἡμέραν καθ' ἡμέραν.» Οὐκέτι