243
γὰρ, φησὶν, ἄνθρωποι δαίμονας πονηροὺς πεπλανημένως δοξάζουσιν, ἀλλ' ἐφ' ἑκάστης ἡμέρας καὶ καθ' ἑκάστην ὥραν τὸν προδηλωθέντα Κύριον εὐλογοῦσιν. Ὁ δὲ αὐτὸς Κύριος «κατευοδώσει ἡμῖν,» αὐτὸς ὢν «ὁ Θεὸς τῶν σωτηριῶν ἡμῶν.» Λέγει δὲ ταῦτα τὸ Πνεῦμα τὸ ἅγιον ἐκ προσώπου τοῦ χοροῦ τῶν ἀποστόλων, ὥσπερ οὖν καὶ ἀρχόμενοι τοῦ λόγου παρεστήσαμεν. Ἐπεὶ τοίνυν τῆς ἐκ τοῦ Θεοῦ κατευοδώσεως ἐδέοντο οὗτοι, εἰς τὸ ὁδοποιῆσαι αὐτῷ, κατὰ τὰ ἔμπροσθεν εἰρημένα, ἀναγκαίως φασίν· «Εὐλογητὸς Κύριος ἡμέραν καθ' ἡμέραν, κατευοδώσει ἡμῖν ὁ Θεὸς τῶν σωτηριῶν ἡμῶν.» Ἀντὶ δὲ τοῦ, «τῶν σωτηριῶν ἡμῶν,» ὁ Σύμμαχος, «τοῦ Σωτῆρος ἡμῶν,» ἡρμήνευσεν· ἀνθ' οὗ τὸ Ἑβραϊκὸν πάλιν τοῦ ὀνόματος τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ μέμνηται. «Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου.» Πάλιν ἐκ προσώπου τῶν ἀποστόλων προφητικῶς καὶ ταῦτα λέλεκται. Ἐπεὶ γὰρ ἐθεολόγησαν διὰ τῶν ἔμπροσθεν, ἀκολούθως καὶ διὰ τῶν μετὰ χεῖράς φασιν· «Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου·» ἢ κατὰ τὸν Σύμμαχον· «Ὁ Θεὸς ἡμῖν Θεὸς εἰς σωτηρίαν, καὶ τοῦ Κυρίου τοῦ δεσπότου αἱ εἰς θάνατον ἔξοδοι.» Μόνος γὰρ οὗτος Θεὸς ὢν τοῦ σώζειν ἐξόδους εὕρετο τοῦ θανάτου. Ἐπειδὴ πᾶς ἄνθρωπος εἰς μὲν τὴν εἴσοδον τοῦ θανάτου ἔφθασεν, οὐκέτι δὲ καὶ διεξελθεῖν αὐτὸν δεδύνηται. Ὁ δὲ διὰ τῶν παρόντων δηλούμενος Κύριος, καὶ νῦν διὰ τῶν κοινῶν στοιχείων ἐν τῇ. Ἑβραϊκῇ βίβλῳ γραφόμενος, διεξόδους ποιησάμενος τοῦ θανάτου, γέγονε Θεὸς ἐπώνυμος σωτηρίας. 23.705 ∆ιὸ λέλεκται· «Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν.» 23.705 ∆ιὸ καὶ τῷ Ἰὼβ ὁ αὐτὸς οὗτος χρηματίζων ἔλεγεν· «Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης· ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου. Πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.» ∆ιαῤῥήδην καὶ ἐν ἐκείνοις τὴν εἰς τὸν θάνατον αὐτοῦ κάθοδον καὶ τὴν ἐκεῖθεν διέξοδον παριστὰς, ὥσπερ οὖν καὶ ἐν τοῖς προκειμένοις, οἷς ἀκολούθως τὴν τῶν ἐχθρῶν αὐτοῦ συντριβὴν διδάσκει λέγων· «Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ.» Καὶ τοῦτο δὲ νοήσεις παραθεὶς τὴν ἐν ἑτέρῳ λέγουσαν φωνήν· «Σὺ ἐκραταίωσας τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. Σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος.» ∆ιὰ γὰρ τούτων καὶ οἱ ἐχθροὶ τοῦ Θεοῦ ἐδηλώθησαν, περὶ ὧν ἐνταῦθα λέλεκται· «Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ.» Ἦσαν δὲ οὗτοι δράκοντες οἱ ἐν θαλάσσῃ καὶ ἐπὶ ὑγρᾶς οὐσίας νηχόμενοι, δυνάμεις δηλαδὴ ἀντικείμεναι ἐχθραὶ τοῦ Θεοῦ, τοῖς ἁλμυροῖς καὶ ῥευστοῖς τοῦ βίου κύμασιν ἐγκαλινδούμεναι. Ὅθεν καὶ ἐν τῷ Ἰὼβ ἐλέγετο· «Ἦλθες δὲ ἐπὶ πηγὴνθαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου. Πυλωροὶ δὲ ᾅδου, ἰδόντες σε, ἔπτηξαν.» Συντριβομένων γὰρ τῶν κεφαλῶν τῶν δρακόντων, ἔπτησσον οἱ πυλωροὶ τοῦ ᾅδου· διὸ καὶ φόβῳ τὰς πύλας ἤνοιγον τοῦ θανάτου τῷ τὰς κεφαλὰς τῶν ἐχθρῶν αὐτοῦ συνθλῶντι. Οὗτοι δὲ οἱ ἐχθροὶ τοῦ Κυρίου τὸ πάντων ἀνθρώπων κατεπάτουν γένος. ∆ιὸ λέλεκται ἑξῆς· «Κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν.» Τούτων γὰρ ὁ Θεὸς συνθλάσει τὰς κεφαλὰς, φησὶ, τῶν διαπορευομένων τὰς τῶν ἀνθρώπων κεφαλάς. Ἀντὶ γὰρ τοῦ, «κορυφὴν τριχὸς, κορυφὴν ἔντριχον,» ἡρμήνευσεν ὁ Σύμμαχος. Κορυφὴ δὲ ἔντριχος ἡ κεφαλὴ τῶν ἀνθρώπων σημαίνεται. Τούτων οὖν αὐτῶν τῶν ἐχθρῶν ἑαυτοῦ, τῶν πρότερον τὰς τῶν ἀνθρώπων κεφαλὰς διαπορευομένων καὶ ὑπὸ τοῖς ἑαυτῶν ποσὶ καταπατούντων, ὁ τὰς διεξόδους τοῦ θανάτου πεποιημένος Θεὸς τὰς κεφαλὰς συνθλάσει. Ἀντὶ δὲ τοῦ, «ἐν πλημμελείαις αὐτῶν,» ὁ Σύμμαχος, «ἐν ταῖς πλημμελείαις αὐτῆς,» ἡρμήνευσεν εἰπών· «Κορυφὴν ἔντριχον ἀναστρεφομένην ἐν ταῖς πλημμελείαις αὐτῆς.» Οὐδὲ γὰρ ἄλλως δυνατὸν ἦν τοῖς ἐχθροῖς τοῦ Θεοῦ καταπατεῖν κορυφὴν