244
ἔντριχον, τουτέστι τὰς τῶν ἀνθρώπων κεφαλὰς, εἰ μὴ ταῖς οἰκείαις πλημμελείαις καὶ ἁμαρτίαις τεταπείνωντο. ∆ιὸ τοῖς μὴ τοιούτοις ὁ Σωτὴρ ἔλεγεν· «Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν.» Τῶν γὰρ αὐτῶν μαθητῶν καὶ ἑκάστη θρὶξ τοῦ τιμιωτέρου μέρους τοῦ σώματος, ὡς ἀναγκαία καὶ κόσμῳ τοῦ παντὸς συμβαλλομένη, ἀριθμοῦ κατηξίωται θείου καὶ φυλακῆς· ὡς ἂν μὴ ξυρηθῶσι τῷ ξυρῷ τῶν ἐχθρῶν τῶν ἐμπεριπατούντων καταπατούντων πᾶσαν κορυφὴν ἔντριχον τὴν ἀναστρεφομένην ἐν πλημμελείαις αὐτῆς. «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης.» Πάλιν κἀνταῦθα «ὁ Κύριος» οὐ διὰ τετραγράμμου παρ' Ἑβραίοις ἐκπεφώνηται, διὰ δὲ τῶν κοινοτέρων στοιχείων. Ἤδη δὲ τρίτον τοῦτον ἐδήλωσεν ἡ παροῦσα Γραφὴ ἐφιστῶσα τὸν ὡς ἂν εἴποι τις, δεύτερον Κύριον. Ἐπεὶ καὶ ἐν τῷ φάσκοντι ψαλ 23.708 μῷ· «Εἶπε Κύριος τῷ Κυρίῳ μου. Κάθου ἐκ δεξιῶν μου,» διὰ τῶν ἀνεκφωνήτων παρ' Ἑβραίοις τεττάρων στοιχείων ἐγέγραπτο. Ὁ δὲ δεύτερος, ὃν ἑαυτοῦ Κύριον ὁ προφήτης ἐδήλου φάσκων, «Τῷ Κυρίῳ μου,» ἑτέροις στοιχείοις ἐδηλοῦτο, οἷς καὶ πᾶς ὁ ἐν ἀνθρώποις δούλου κύριος σημαίνεται. Οὕτως οὖν καὶ ἐνταῦθα ἤδη τρίτον ὁ μέχρις ᾅδου καταβὰς καὶ διεξόδους θανάτου πεποιημένος Κύριος διὰ τῶν παρ' Ἑβραίοις κοινῶς γραφομένων στοιχείων ὠνόμασται. ∆ιόπερ ὁ Σύμμαχος «δεσπότην» ἡρμήνευσεν αὐτόν. Οὗτος οὖν ὁ Κύριος, αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος δηλαδὴ, εἶπε· «Ἐκ Βασὰν ἐπιστρέψω·» καὶ πάλιν· «Ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Ἀντὶ δὲ τοῦ, «ἐπιστρέψω,» καὶ τοῦ δεύτερον, «ἐπιστρέψω,» ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· «Εἶπε Κύριος· Ἀπὸ Βασὰν ἐπιστρέψω, καὶ ἀναστρέψαι ποιήσω ἀπὸ βυθῶν θαλάσσης.» Ὁρᾷς ὁποῖα κατορθώματα εἰργάσατο καταβὰς εἰς τοὺς βυθοὺς τῆς θαλάσσης ὁ Κύριος; συνέθλασε τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, καὶ τὰς τρίχας τῶν ἐχθρῶν αὐτοῦ τῶν «τὴν ἔντριχον κορυφὴν ἐν πλημμελείαις» διαπορευομένων ἐπιστρέψαι δὲ ἐποίει ἀπὸ Βασὰν καὶ ἀπὸ βυθῶν τῆς θαλάσσης τὰς πάλαι καταπεποντωμένας αὐτόσε ψυχάς. Βασὰν δὲ ἡρμήνευται αἰσχύνη, ἔνθα δι' ἡμᾶς κατῆλθεν ὁ διὰ τῶν εἰρημένων στοιχείων δηλωθεὶς Κύριος, αἰσχύνης καταφρονήσας ὑπὲρ σωτηρίας τῶν αὐτόθι καταδεδουλωμένων. ∆ιὸ λέλεκται· «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης·» εἶθ' ἑξῆς λέλεκται· «Ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι.» Ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· «Ὅπως συγκατεάξῃ ὁ ποῦς σου μετὰ αἵματος, καὶ λάψῃ ἡ γλῶσσα τῶν κυνῶν σου ἀπὸ ἑκάστου τῶν ἐχθρῶν σου.» Συντρίβων γὰρ τοὺς ἑαυτοῦ ἐχθροὺς καὶ τὰς κεφαλὰς αὐτῶν συνθλῶν, ἐπλήρου τὸν ἑαυτοῦ πόδα αἵματος, τοῦ ἐκ τῶν κεφαλῶν τοῦ ἐχθροῦ αὐτοῦ ῥυέντος. ∆ιὸ ἐλέγετο ἐν Ἡσαΐᾳ· «Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ;» καὶ ἑξῆς· «∆ιὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀποπατητοῦ ληνοῦ, πλήρης πεπατημένης;» Εἶθ' ἑξῆς ἀποκρίνεται πρὸς τοὺς ἐρωτήσαντας, καί φησι· «Κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου.» Καὶ ἐνταῦθα τοίνυν μετὰ τὴν συντριβὴν τῶν κεφαλῶν τῶν δρακόντων λέλεκται· «Ὅπως ἂν συγκατεάξῃ ὁ ποῦς σου μετὰ αἵματος,» ἢ, «Ὅπως βαφῇ ὁ ποῦς σου ἐν αἵματι, καὶ ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ' αὐτοῦ.» Ἀνθ' οὗ λευκότερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· «Καὶ λάψῃ ἡ γλῶσσα τῶν κυνῶν σου ἀπὸ ἑκάστου τῶν ἐχθρῶν σου.» Κύνας δὲ τοῦ Κυρίου λάπτοντας τὸ αἷμα τῶν ἐχθρῶν αὐτοῦ τίνας ἂν εἴποις ἢ τοὺς τὰ ποίμνια αὐτοῦ φυλάττοντας φύλακάς τινας ἐγρηγόρους, τὴν Ἐκκλησίαν αὐτοῦ φρουροῦντας, ἢ τιμωρητικάς τινας δυνάμεις ἐπεμβαινούσας τῇ συντριβῇ τῶν ἐχθρῶν αὐτοῦ, καὶ ὥσπερ ἀπογεύεσθαι πειρωμένας τῆς ἀπωλείας αὐτῶν; «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, Θεὸς, αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου, τοῦ ἐν τῷ ἁγίῳ.» Καὶ ταῦτα τοῖς προλεχθεῖσιν ἀκολούθως ἐπενήνεκται. 23.709 Ἐπειδὴ γὰρ τὰ θεσπιζόμενα