245
πρὶν γενέσθαι προεθεωρεῖτο τοῖς ἁγίοις τοῦ Θεοῦ προφήταις, διὰ τοῦτό φησιν ὁ λόγος· «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός.» Ποῖαι δὲ πορεῖαι; ἀλλὰ πρώτη μὴν ἡ κάθοδος αὐτοῦ ἡ ἐν Σιναῒ, καὶ πάλιν ἡ ἀνάβασις ἡ εἰς ὕψος, καὶ αὖθις ἡ κάθοδος ἡ ἐπὶ Βασὰν καὶ ἡ ἐκεῖθεν ἐπιστροφὴ, ἥ τε μέχρι τοῦ θανάτου κατάβασις, καὶ ἐντεῦθεν διέξοδοι αὐτοῦ, καὶ ἐπὶ πᾶσιν ἡ ἐκ τῶν βυθῶν τῆς θαλάσσης ἐπάνοδος; Αὗται πᾶσαι πορεῖαι ἦσαν τοῦ δηλουμένου Κυρίου, αἵτινες τοῖς τοῦ Θεοῦ προφήταις ἐθεωρήθησαν πρὶν γενέσθαι· διὸ καὶ ταῖς προφητικαῖς παρεδόθησαν Γραφαῖς. Εἰκότως οὖν εἴρηται· «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός.» Εἶτ' ἀσφαλίζεται διδάσκων ποίου Θεοῦ αἱ πορεῖαι ἐθεωρήθησαν· διὸ ἐπιλέγει· «Αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου.» Οὐ γὰρ ἁπλῶς Θεοῦ, οὐδὲ βασιλέως, ἀλλὰ τοῦ «Θεοῦ μου.» Τοῦτο δὲ ὅμοιον τυγχάνει τῷ, «Εἶπε Κύριος τῷ Κυρίῳ μου·» ὁ μὲν γὰρ πρῶτος ὁ ἐπὶ πάντων εἴη ἂν Θεός· ὁ δὲ δεύτερος Κύριος ὁ ἀκούων· «Κάθου ἐκ δεξιῶν μου,» ἐμὸς τυγχάνει Κύριος· διὸ, «Εἶπε Κύριος τῷ Κυρίῳ μου.» Καὶ ἐνταῦθα τοίνυν τὸν δεύτερον σημαίνων ὁ αὐτὸς προφήτης φησίν· «Αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου, τοῦ ἐν τῷ ἁγίῳ.» Ἐὰν γὰρ λέγω θεωρουμένας πορείας, μή τις νομιζέτω με λέγειν τοῦ ἐπὶ πάντων Θεοῦ· ἀλλὰ τοῦ Θεοῦ μου καὶ τοῦ βασιλέως μου πορεῖαι. Ἀλλ' ἐπειδὴ «προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν.» Αὐτοὶ γὰρ οὗτοι οἱ προφθάσαντες ἄρχοντες, ἢ οἱ ᾄδοντες καὶ Πνεύματι ἁγίῳ τὸ μέλλον θεσπίζοντες, προεθεώρησαν τὰς πορείας τοῦ Θεοῦ μου καὶ τοῦ βασιλέως μου. Οὗτοι δὲ ἦσαν οἱ προφῆται, οἱ προφθάσαντες τοὺς μετὰ ταῦτα προελθόντας ἀποστόλους. ∆ύο γὰρ χορῶν τὴν τοῦ Σωτῆρος ἡμῶν θεολογίαν ἀνθρώποις παραδεδωκότων, ὁ μὲν προφθάσας χορὸς ἦν ὁ προφητικὸς, ὁ δὲ δεύτερος ἐπελθὼν ὁ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ Σωτῆρος. Πλὴν ἀλλὰ ἐθεωρήθησαν αἱ πορεῖαι τοῦ δηλωθέντος Θεοῦ· ἢ τοῖς μὲν ἀποστόλοις ἐθεωρήθησαν, οἳ καὶ ὄψει παρέλαβον τὰ πάλαι προγνώσει προπεφωνημένα. Οὗτοι μὲν οὖν αὐτοῖς ὀφθαλμοῖς τὰς πορείας ἐθεώρησαν τοῦ Θεοῦ· προέφθασαν δὲ αὐτοὺς ἄρχοντές τινες οὗτοι οἱ ἐχόμενοι τῶν ψαλλόντων. Σημαίνει δὲ ὁ λόγος τὸν ∆αυῒδ αὐτὸν καὶ τοὺς σὺν αὐτῷ καὶ κατὰ τοὺς αὐτοὺς χρόνους ἡγουμένους τοῦ λαοῦ· οἵτινες ἐχόμενοι τῶν ψαλλόντων προέφθασαν ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. Τοιαῦται δὲ ἦσαν αἱ Ἰουδαϊκαὶ συναγωγαὶ, ἀτελεῖς καὶ εἰσέτι νεάνιδες, πλέον οὐδὲν ἐπιστάμεναι ἢ τυμπάνοις χρῆσθαι τοῖς σωματικοῖς ὀργάνοις ἐκ δορᾶς νεκρῶν ζώων κατεσκευασμένοις. ∆ιὸ τυμπανίστριαι εἴρηνται, τῷ μηδὲν ἕτερον εἰδέναι ἢ τὰ σωματικὰ τοῦ νόμου παραγγέλματα. «Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ.» Μετὰ τοὺς προθεωρήσαντας τὰς τοῦ δηλωθέντος Θεοῦ πορείας, ἀκολούθως ὁ λόγος ἑτέροις τισὶ μετὰ τοὺς πρώτους γενομένους προσφωνεῖ λέγων· «Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν·» 23.712 καὶ ἐπειδήπερ ἕτεροι ἦσαν οὗτοι παρὰ τοὺς προφθάσαντας ἄρχοντας, εἰκότως καὶ τὰς συνόδους αὐτῶν ἐκκλησίας ἀποκαλεῖ, μονονουχὶ γυμνῇ τῇ κεφαλῇ τὰς τοῦ Σωτῆρος ἡμῶν ἐκκλησίας προαγορευούσης τῆς προφητείας. Κελεύονται δὲ οὗτοι οἱ δεύτεροι οὐκ ἐν μέσῳ νεανίδων τυμπανιστριῶν, ἀλλ' ἐν ἐκκλησίαις εὐλογεῖν τὸν Θεόν. Καὶ ποῖον Θεὸν, πάλιν ἐπιλέγει ἑξῆς, «Κύριον.» Καὶ πόθεν ἀρυομένους χρῆν ταῖς ἐκκλησίαις τὴν τοῦ Κυρίου παραδιδόναι θεολογίαν ἀναγκαίως παρίστησι λέγων· «Κύριον ἐκ πηγῶν Ἰσραὴλ,» τοῖς κοινοτέροις χαρακτῆρσι κἀνταῦθα πάλιν τοῦ Κυρίου σημαινομένου. Πηγαὶ δὲ Ἰσραὴλ αἱ προφητικαὶ Γραφαὶ τυγχάνουσιν, ἥ τε Μωϋσέως νομοθεσία· ἐξ ὧν ὥσπερ ἀπὸ πηγῶν ἀρυομένους τὰς περὶ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίας εὐλογεῖν αὐτὸν ἐν ταῖς ἐκκλησίαις τοῖς δευτέροις παρακελεύεται. Εἶτα ἐπιλέγει· «Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει.» Ἀντὶ δὲ τοῦ «ἐκεῖ,» ὁ Σύμμαχος, «ὅπου, φησὶ, Βενιαμὶν ὁ μικρότατος·» καὶ ὁ Ἀκύλας ὁμοίως· «Ἐκεῖ,