246
φησὶ, Βενιαμὶν ὁ βραχὺς, ἐπικρατῶν αὐτῶν.» Βενιαμὶν δὲ νεώτερος καὶ μικρότατος ἢ βραχύτατος Παῦλος ἦν ὁ θεῖος Ἀπόστολος, φυλῆς ὢν Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων, καθὼς αὐτὸς διδάσκει λέγων· «Περιτομὴ ὀκταήμερος ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων.» Νεώτερος δὲ εἴρηται, ἢ μικρότατος, ἢ βραχὺς, ἐπεὶ καὶ αὐτὸς τοῦτο διδάσκει λέγων· «Ὕστερον δὲ πάντων ὥσπερ τῷ ἐκτρώματι ὤφθη καμοί.» Ἀντὶ δὲ τοῦ, «ἐν ἐκστάσει,» ὁ μὲν Ἀκύλας, «ἐπικρατῶν αὐτῶν·» ὁ δὲ Θεοδοτίων, «παιδευτὴς αὐτῶν·» ἡ δὲ πέμπτη ἔκδοσις, «παιδεύοντα,» ἢ, «διδάσκοντα» ἡρμήνευσαν. Οὐ δεῖ δὲ ἡμῖν πλειόνων λόγων εἰς ἀπόδειξιν τοῦ κρατεῖν τῶν Ἐκκλησιῶν, καὶ παιδευτὴν αὐτῶν εἶναι τὸν ἱερὸν Ἀπόστολον Βενιαμὶν ὠνομασμένον. Οὐ μόνος δὲ ἄρα ὁ Βενιαμὶν ἦν ἐκεῖ, δηλαδὴ ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, ἀλλὰ καὶ «οἱ ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, οἵ τε ἄρχοντες Ζαβουλὼν καὶ οἱ ἄρχοντες Νεφθαλείμ. Σημαίνει δὲ ὁ λόγος διὰ τούτων τοὺς λοιποὺς ἀποστόλους, ὧν οἱ μὲν ἦσαν ἐκ φυλῆς Ἰούδα, οἱ δὲ ἐκ φυλῆς Ζαβουλὼν καὶ Νεφθαλείμ. ∆ιὸ τῆς τούτων μέμνηται χώρας τὸ ἅγιον Πνεῦμα διὰ Ἡσαΐου τοῦ προφήτου λέγον· «Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλεὶμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν.» Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ, παραγαγὼν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, τοὺς ἑαυτοῦ μαθητὰς ἐνθένδε ἀνεκαλεῖτο. Σαφῶς οὖν ἐπικρατεῖν τῶν Ἐκκλησιῶν πρῶτον μὲν Παῦλον τὸν βραχύτατον καὶ μικρότατον, καὶ νεώτατον τῶν ἀποστόλων ἐδίδαξεν, ἐν ἐκστάσει ποτὲ γενόμενον, ὅτε ἐδίωκε τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθει αὐτὴν, ἢ ὅτε ἐν ἀποκαλύψει τὸν Σωτῆρα τεθέατο· ἢ ὅτε ἡρπάγη εἰς τὸν παράδεισον ἕως τρίτου οὐρανοῦ· μετὰ δὲ τὸν Παῦλον τοὺς λοιποὺς ἀποστόλους ἐκεῖ ἐν τῇ αὐτῇ Ἐκκλησίᾳ διαπρέπειν θεσπίζει, ἄρχοντας ὄντας ἡμετέρους ἐκ φυλῆς Ἰούδα, καὶ ἄρχοντας Ζαβουλὼν 23.713 καὶ ἄρχοντας Νεφθαλείμ. Ἐπὶ σχολῆς δ' ἄν τις φιλοκαλήσας, τὴν ἑκάστου τῶν ἀποστόλων εὑρήσει φυλήν· ἐπεὶ παντὶ τῷ ζητοῦντι ἡ τῆς εὑρέσεως δέδοται ὑπὸ τοῦ Σωτῆρος ἐπαγγελία. «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμιν σου, δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἡμῖν.» Ἕπεται καὶ ταῦτα τοῖς προλεχθεῖσιν. Ἐπειδὴ γὰρ προφητικῶς προσέταττεν ὁ λόγος τοῖς ἀποστόλοις ἐν ἐκκλησίαις εὐλογεῖν τὸν Κύριον, καὶ τοῦτο ποιεῖν μὴ ἑτέρων τινῶν ὁρμωμένους λόγων, ἀλλ' ἐκ τῶν πηγῶν Ἰσραὴλ, ἀκολούθως ὑπὲρ αὐτῶν εὐχὴν ἀναπέμπει τὸ Πνεῦμα τὸ προφητικὸν, φάσκον· «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμίν σου·» ὡσεὶ σαφέστερον ἔλεγεν· Ἐπισπευσάτω ἡ δύναμίς σου, καὶ συνεργείτω τοῖς ἀνδράσιν· ἀλλὰ καὶ ἤδη ποτὲ τῇ ἰσχύϊ σου δι' ἔργων χωρησάτω τὰ προφητευόμενα· καὶ τοῦτο δὲ ὃ κατειργάσω ἡμῖν τῇ σῇ βουλῇ προορίσας, καὶ αὐτὸ δυνάμωσον· ὅπως τῇ σῇ δυνάμει ἔργοις ἐπιτελεσθείη. Τί δὲ ἦν τοῦτο ἢ τὸ ἑξῆς ἐπιφερόμενον, «Ἐπὶ τὸν ναόν σου τὸν ἐν Ἱερουσαλὴμ σοὶ οἴσουσι βασιλεῖς δῶρα;» τοῦτο γὰρ αὐτὸ ἐπαγγειλάμενος ἡμῖν δυνάμωσον γενέσθαι. Βασιλεῖς δὲ διὰ τοῦτο αἱ βασιλεῖαι τῆς γῆς εἴρηνται, τῶν ἐθνῶν ἁπάντων τοῦτον σημαινομένων τὸν τρόπον. Νεὼς δὲ ἐν Ἱερουσαλὴμ, ἐφ' ὃν τὰ δῶρα οἴσουσιν οἱ βασιλεῖς, οὐδ' ἕτερος ἂν εἴη τῆς βασιλείας τῶν οὐρανῶν· εἴπερ ἴσμεν Ἱερουσαλὴμ ἐπουράνιον, ἣν ἔδειξεν ὁ εἰπών· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν·» καὶ, «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.» Ταύτης οὖν τῆς ἐπουρανίου πόλεως τοῦ Θεοῦ τὸ ἐξαίρετον καὶ ἀνώτατον καὶ κρεῖττον ὁ νεώς ἐστι τοῦ Θεοῦ. Ἐπὶ τοῦτον τοίνυν τὸν νεών σου, φησὶν, σοὶ οἴσουσι βασιλεῖς δῶρα· οἱ τὴν λοιπὴν δηλαδὴ πόλιν τὴν ἐπουράνιον οἰκοῦντες βασιλεῖς ὄντες, διὰ τὸ κατηξιῶσθαι τῆς βασιλείας τῶν οὐρανῶν, καὶ διὰ τοῦτο συμβασιλεύειν τῷ ἑαυτῶν Κυρίῳ. «Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν, καὶ εἰ ὑπομένομεν Θεὸν, καὶ συμβασιλεύσομεν.» Οὗτοι οὖν οἱ βασιλεῖς, ὡς ἂν ὑπὸ μεγάλῳ ἀρχιερεῖ τῷ Μονογενεῖ τοῦ Θεοῦ λειτουργοῦντες, ἱερεῖς τε ὄντες, καὶ