247
αὐτοὶ δῶρα προσοίσουσιν εἰς τὸν ναὸν αὐτοῦ τὸν ἐπουράνιον, συνεισερχόμενοι τῷ μεγάλῳ ἀρχιερεῖ. Ὅπως δὲ τοῦτο γένηται καὶ δι' ἔργων προχωρήσῃ, ἀναγκαίως ἐπηύξατο εἰπών· «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμίν σου, δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἡμῖν.» «Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου.» Ὥσπερ ηὔξατο συνεργῆσαι τοῖς προλεχθεῖσιν εἰπών· «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμίν σου·» καὶ «∆υνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἡμῖν·» οὕτω πάλιν εὔχεται τὰ κωλύματα ἐκποδὼν ἀρθῆναι ἐκ μέσου, ὅπως ἀκωλύτως ὁ λόγος διαδράμῃ. Συνεώρα γὰρ τῇ προγνώσει τοὺς μέλλοντας ἐπανίστασθαι τῷ εὐαγγελικῷ κηρύγματι διωγμοὺς καὶ τοὺς νοητοὺς θῆρας, ὧν ηὔχετο ῥυσθῆναι ὁ εἰπών· «Μὴ παραδῷς τοῖς θηρίοις ψυχὰς ἐξομολογουμένας σοι·» θηρία δὲ καλάμου νοήσεις, μαθὼν ἀπὸ τοῦ Ἰὼβ ὅπως εἴρηται ὑπὸ τοῦ διαβόλου· «Ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον 23.716 καὶ κάλαμον καὶ βούτομον.» Οὐ γὰρ παρὰ συκῆν, οὐδὲ παρὰ ἄμπελον, οὐδὲ παρὰ ἐλαίαν, ἢ φοίνικα, ἤ τι τῶν τούτοις παραπλησίων, ἀλλὰ παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον ἀναπαύεσθαί φησιν αὐτὸν, τὰς ἀτόνους καὶ καθύγρους καὶ μηδένα καρπὸν ἀναγκαῖον προφερούσας ψυχὰς τοῦτον αἰνιξάμενος τὸν τρόπον· παρὰ τοιαύταις γὰρ ἀνεπαύετο ὁ δράκων. ∆εινὰ δὲ θηρία καλάμου τυγχάνουσιν αἱ ἀντικείμεναι δυνάμεις, οἵ τε πονηροὶ δαίμονες καὶ τὰ ἰοβόλα καὶ ἑρπυστικὰ πνεύματα, οἷς ἐπιτιμῆσαι τὸν Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῶν μετὰ χεῖρας εὔχεται λέγον· «Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου.» Καὶ τῇ συναγωγῇ δὲ τῶν ταύρων, ἢ, κατὰ τὸν Σύμμαχον, «συνόδῳ παμμεγέθων,» καὶ ταῖς δαμάλεσι τῶν λαῶν ἐπιτιμῆσαι ἱκετεύει· δαμάλεις δὲ λαῶν καὶ ταῦροι οἱ παρὰ Ἰουδαίοις εἰσὶ διῶκται τοῦ λόγου. Ὧν ἔργων τὸ ἑξῆς ἐπιλεγόμενον ἐν τῷ, «τοῦ ἐκκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ·» ὅπερ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Τοῖς διαλακτίζουσι τοὺς εὐδοκήτους ὡς δοκιμὴν ἀργυρίου.» Οὗτοι γὰρ οἱ ταῦροι, καὶ αἱ προλεχθεῖσαι δαμάλεις, ὑπὸ τῶν θηρίων τοῦ καλάμου ἐνεργούμεναι, τὴν πᾶσαν ποιοῦνται σπουδὴν πρὸς τὸ ἐκκλεισθῆναι τοὺς ἁγίους τοῦ Θεοῦ τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος. Ἅγιοι δὲ Θεοῦ οἱ δεδοκιμασμένοι τῷ ἀργυρίῳ. Ὥσπερ γὰρ «τὰ λόγια Κυρίου ἁγνὰ, ἀργύριον πεπυρωμένον,» οὕτως καὶ οἱ τοῦ Θεοῦ ἄνθρωποι δεδοκιμασμένοι εἰσὶν ὡς τὸ ἀργύριον· διό φασιν· «Ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον.» Οἱ οὖν θῆρες οἱ τοῦ καλάμου καὶ ἡ συναγωγὴ τῶν ταύρων, καὶ αἱ δαμάλεις τῶν λαῶν, τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ ἀποκλεισθῆναι σπουδάζουσι τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος. Ἢ, κατὰ τὸν Σύμμαχον, «∆ιαλακτίζουσι τούτους αὐτοὺς εὐδοκήτους ὄντας ὡς δοκιμὴν ἀργυρίου.» Ἵν' οὖν μὴ ἐμποδὼν γένωνται τοῖς ἁγίοις τοῦ Θεοῦ οἱ προλεχθέντες, ἀναγκαίως εἴρηται· «Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου, ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν.» Καὶ ἄλλως ταύρους νοήσεις τοὺς Ἰουδαίων ἄρχοντας· δαμάλεις δὲ αὐτῶν τὰς ὑπὸ τούτους συναγωγὰς καὶ τοὺς λαοὺς τοὺς ἐπισυστάντας κατὰ τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν. Μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ ἐξ αὐτοῦ προσώπου τοῦ Σωτῆρος ἐν καʹ ψαλμῷ φωνὴ φάσκουσα· «Ὅτι ἐκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με. Ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν.» ∆ι' ὧν ᾐνίττετο τοὺς ἄρχοντας τοῦ Ἰουδαίων λαοῦ καὶ τὰ ὑπ' αὐτοὺς πλήθη τὰ ἐπισυστάντα κατ' αὐτοῦ. «∆ιασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.» Τὰ μὲν ἀνώτερα περὶ τῶν ἀντικειμένων δυνάμεων, καὶ περὶ τῶν ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους ἐδηλοῦτο, τὰ δὲ προκείμενα περὶ τῶν ἐν τοῖς λοιποῖς ἔθνεσι πολεμίων τῆς Ἐκκλησίας. Ἐπειδὴ γὰρ ἑώρα τὸ Πνεῦμα τὸ ἅγιον τοὺς ἐν ἀπιστίᾳ ἀπομείναντας τῶν ἐθνῶν ἐπαναστησομένους τοῖς πιστοῖς, καὶ διωγμοὺς κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ κινήσοντας, ἀναγκαίως καὶ περὶ τούτου εὔχεται λέγον·