248
«∆ιασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.» ∆ια 23.717 σκορπιζομένων γὰρ τούτων, ἡ χάρις ἡ εὐαγγελικὴ χώραν ἕξει. Ἤμελλε τοῦ ἐνεργεῖν καὶ ἐξ αὐτῶν πρώτων ἄρχεσθαι τῶν καθ' ὑπερβολὴν εἰδωλολατρῶν. Αἰγύπτιοι δὲ ἦσαν οἱ πάντων ἀνθρώπων καὶ πάντων ἐθνῶν δεισιδαιμονέστατοι. ∆ιὸ ἑξῆς ἐπιλέγει· «Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου.» Κατὰ δὲ τὸν Ἀκύλαν, «Οἴσουσιν ἐσπευσμένως ἐξ Αἰγύπτου·» κατὰ δὲ τὸν Σύμμαχον, «Ἐλθέτωσαν ἐκφάναντες οἱ ἐξ Αἰγύπτου.» Καὶ τὸ μὲν πάντων εἰδωλολατρῶν γένος διὰ τῶν ἐλευσομένων ἐξ Αἰγύπτου καὶ διαβησομένων ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν δεδήλωται· διὰ δὲ τοῦ ἑξῆς ἐπιλεγομένου· «Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ,» τὰ ἄκρα τῆς τῶν ἀνθρώπων οἰκουμένης. Σημαίνει γὰρ ὁ λόγος, ὡς ἄρα ἐξ ἁπάντων τῶν ἐθνῶν τῶν ἀπ' ἀνατολῆς ἡλίου μέχρι δυσμῶν ἥξουσιν, κατὰ τὸ φάσκον ἐν ἑτέροις λόγιον· «Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν.» Κατὰ δὲ τὸν Ἀκύλαν· «Αἰθίοψ, φησὶ, δρομώσει χεῖρα αὐτοῦ τῷ Θεῷ·» κατὰ δὲ τὸν Σύμμαχον· «Αἰθιοπία σπευσάτω διδοῦσα χεῖρα τῷ Θεῷ.» Ἔστι δὲ καὶ κατὰ τὴν ἱστορίαν τοῦτο πεπληρῶσθαι φάναι ἐπὶ τοῦ Αἰθίοπος, οὗ μέμνηνται τῶν ἀποστόλων αἱ Πράξεις. Σχεδὸν γὰρ προέφθασεν οὗτος τὰ λοιπὰ ἔθνη, καταξιωθεὶς πρὸ πάντων τῆς γνώσεως τοῦ Σωτῆρος. Ὅπως δὲ καὶ πρέσβεις ἦλθον ἐξ Αἰγύπτου κατὰ τὴν ἱστορίαν, πάλιν αἱ Πράξεις τῶν ἀποστόλων δηλοῦσιν, ἐν αἷς εἴρηται, ὡς ἄρα κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς τὸ Πνεῦμα τὸ ἅγιον ἐπλήρωσε τὸν οἶκον ἔνθα ἦσαν οἱ ἀπόστολοι, ἐκάθισέ τε ἐπὶ τοὺς παρόντας ἅπαντας· ἐν οἷς ἦσαν Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην. Οὗτοι δὴ οὖν πάντες ὡσπερεὶ πρέσβεις ἐτύγχανον τῶν ἐθνῶν, τῆς τοῦ ἁγίου Πνεύματος ἀπαρχῆς κατηξιωμένοι. Ἀλλὰ γὰρ μετὰ τοὺς ἐξ Αἰγύπτου, καὶ μετὰ τὴν προφθάσασαν Αἰθιοπίαν, ἑξῆς αἱ λοιπαὶ βασιλεῖαι τῆς γῆς καλοῦνται, δηλαδὴ καὶ τὰ ὑπὸ ταύταις ἔθνη. ∆ιὸ ἐπιλέγεται· «Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ.» Ἃ καὶ οὐδ' ἄλλως ἢ διὰ μόνης τῆς τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας τέλους ἐτύγχανεν. Οὐκ ἔστιν οὖν ἔθνος, οὐ χώρα, οὐ γένος ἀνθρώπων, οὐ βασιλεία καθ' ὅλης τῆς οἰκουμένης, ἔνθα οὐχὶ λαοὶ τῷ Θεῷ συστάντες τὸ κέλευσμα ἀποπληροῦσιν. Πάλιν δὲ κἀνταῦθα ᾄδειν μὲν προστάττει τῷ Θεῷ, ψάλλειν δὲ τῷ Κυρίῳ οὐχ ἵνα τοῦ τετραγράμμου, τῷ δὲ κοινοτέροις στοιχείοις δηλουμένῳ ὀνόματι. Καὶ ἵνα σαφέστερον γνῶμεν τίς ποτε ἦν οὗτος ὁ Κύριος, ἐπισυνάπτει λέγων ἑξῆς· «Τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς·» σφόδρα ἀκολούθως· ἐπειδὴ γὰρ διὰ τῶν ἀνωτέρω εἴρητο· «Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ·» ἀκολούθως διὰ τῶν μετὰ χεῖρας οὐκέτι ἐπιβεβηκέναι αὐτὸν ἐπὶ δυσμῶν φησιν, ἀλλ' ἐπὶ τὸν οὐρανὸν κατ' 23.720 ἀνατολάς. Ἔδει γὰρ ἡμᾶς, τὴν κάθοδον αὐτοῦ προμεμαθηκότας, καὶ τὴν ἐπάνοδον διδαχθῆναι. Ἡ μὲν οὖν κάθοδος διὰ τοῦ καλύπτειν αὐτοῦ τὰ φῶτα τῆς θεότητος ἐπὶ δυσμῶν ἐγίνετο· ἡ δὲ ἄνοδος ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατ' ἀνατολὰς διὰ τὴν ἔνδοξον αὐτοῦ εἰς οὐρανοὺς ἀποκατάστασιν. Νοήσεις δὲ τὸ λελεγμένον ἐκ τοῦ κατὰ τὸν ἥλιον παραδείγματος. Ὥσπερ γὰρ ὁ ἥλιος, κατὰ δυσμὰς γενόμενος, τὴν ἀφανῆ πορείαν ποιεῖται, εἶτ' ἐπὶ τὸν ἀνατολικὸν ὁρίζοντα καταντήσας, εὐθὺ τοῦ οὐρανοῦ φέρεται τὰ σύμπαντα φωτίζων καὶ λαμπρὰν ἡμέραν ἐργαζόμενος, κατὰ τὸν αὐτὸν τρόπον καὶ ὁ δηλούμενος ἐνταῦθα Κύριος, τὴν ἀποδοθεῖσαν κατάδυσιν ποιησάμενος κατὰ τὸν καιρὸν τοῦ πάθους καὶ τοῦ θανάτου, τὴν χώραν διαπορευθεὶς, μετὰ ταῦτα λέγεται ἀναβεβηκέναι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατ' ἀνατολάς. Κατὰ δὲ τὸν Ἀκύλαν, «Τῷ