250
μεθοδείας τοῦ διαβόλου, καὶ λέγειν ὁμοίως Παύλῳ· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμός;» καὶ τὰ τούτοις παραπλήσια. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΑΛΛΟΙΩΘΗΣΟΜΕΝΩΝ, ΤΩ ∆ΑΥΙ∆. ΞΗʹ. «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.» Τέτταρές εἰσιν οἱ ἐπιγεγραμμένοι «Ὑπὲρ τῶν ἀλλοιωθησομένων·» δύο μὲν τοῦ ∆αυῒδ, ὁ μετὰ χεῖρας καὶ ὁ νθʹ· τῶν δὲ υἱῶν Κορὲ εἷς, ὁ μδʹ, καὶ τοῦ Ἀσὰφ ὁμοίως ὁ οθʹ. Ἐπὶ πάντων δὲ ἀντὶ τοῦ, «Ὑπὲρ τῶν ἀλλοιωθησομένων,» ὁ μὲν Ἀκύλας, «Ἐπὶ κρίνων,» ἐκδέδωκεν· ὁ δὲ Σύμμαχος, «Ὑπὲρ τῶν ἀνθῶν.» Ὁ μὲν οὖν μδʹ τὴν περὶ τοῦ Ἀγαπητοῦ προφητείαν περιεῖχε, τῆς τε ἐξ ἐθνῶν Ἐκκλησίας τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω ἀλλοίωσιν· ὁ δὲ πεντηκοστὸς ἔνατος ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους καὶ τῶν ἀλλοφύλων ἐθνῶν τὴν ἐπὶ τὰ κάλλιστα μεταβολήν· ὁ δὲ οθʹ αὖθις τὴν τοῦ Ἰουδαίων ἔθνους ἀπόπτωσιν, καὶ τοῦ Σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν σημαίνει. Εἰκότως οὖν καὶ ὁ μετὰ χεῖρας, «Ὑπὲρ τῶν ἀλλοιωθησομένων,» ἢ, «Ὑπὲρ τῶν ἀνθῶν,» κατὰ τὸν Σύμμαχον, ἢ, «Ἐπὶ κρίνων,» κατὰ τὸν Ἀκύλαν, ἐπιγέγραπται· ἐπειδὴ τὴν ἐπὶ τὸ χεῖρον ἀλλοίωσιν τοῦ ἐκ περιτομῆς λαοῦ καὶ αὐτὸς περιέχει, οὓς, κρίνα καὶ ἄνθη κατὰ καιρὸν ὀφθέντας, ἡ ἐπὶ τὰ χείρω διεδέξατο μεταβολή. Ἄνθεσι δὲ αὐ 23.724 τοὺς παραβάλλει καὶ ὁ Ἡσαΐας λέγων· «Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε·» δι' ὧν τὸ πρὸς βραχύν τινα χρόνον ἀνθῆσαν καὶ ὡραῖον ὀφθὲν τῆς σωματικῆς Ἰουδαίων θρησκείας χόρτῳ καὶ ἄνθεσιν ἀπεικάζει. Καὶ διὰ τῶν προκειμένων τοίνυν τὴν ἀλλοίωσιν καὶ τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν τῆς ἄνθης αὐτῶν παρίστησι προϊὼν ὁ λόγος ἐν οἷς φησι· «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,» καὶ τὰ ἑξῆς. Καὶ ἐπειδήπερ μακροῖς ὕστερον χρόνοις ταῦτα δι' ἔργων χωρεῖν ἔμελλον, ἀναγκαίως «Εἰς τὸ τέλος» προγέγραπται. Οὔτε δὲ ψαλμός ἐστιν, οὔτε ᾠδὴ, οὔτε ὕμνος, οὔτε τι τοιοῦτον· ἐπεὶ μηδὲ κατάλληλα ἦν τὰ ἐπιλεγόμενα τοιαύτῃ προγραφῇ. ∆ιὸ εἴποις ἂν προφητείαν ἐκ προσώπου τοῦ Σωτῆρος ἡμῶν διεξιόντος τὰ περὶ αὐτὸν συμβεβηκότα, προαναφώνησίν τε τῶν Ἰουδαίοις ἐπελθόντων μετὰ τὰ κατ' αὐτοὺς τετολμημένα. Ἀρχόμενος δ' οὖν ὁ Σωτὴρ, εὐχὴν ἀναπέμπει πρὸς τὸν Πατέρα λέγων· «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.» Καί μοι δοκεῖ κατὰ λόγον ταῦτα τοῖς ἐν τῷ προλεχθέντι συνῆφθαι ψαλμῷ. Ἐν ἐκείνῳ μὲν γὰρ ἐλέγετο· «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης·» ἐν τούτῳ δὲ, «Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ἔδει γὰρ ἡμᾶς διδαχθῆναι πῶς εἰς τὴν Βασὰν κατῆλθεν ὁ Κύριος, ὅπερ ἐστὶν αἰσχύνη, καὶ πῶς ἔλεγεν, «Ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» ∆ιὸ δὴ ταῦτα αὐτὰ διὰ τῶν προκειμένων παρίστησι· περὶ μὲν τῆς αἰσχύνης προϊὼν καὶ λέγων· «Ὅτι ἕνεκα σοῦ ὑπήνεγκα ὀνειδισμὸν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου·» καὶ αὖθις· «Σὺ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου·» περὶ δὲ τοῦ βυθοῦ τῆς θαλάσσης τὸ, «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ταῦτα γὰρ πλείστην ἔχοι ἂν ἀκολουθίαν πρὸς τὰ ἐν τῷ πρὸ τούτου ψαλμῷ λελεγμένα· ἐν τῷ, «Εἶπεν ὁ Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Ἐπειδὴ ἐν ἐκείνῳ αὐτὸς ἦν ὁ Κύριος ὁ ταῦτα λέγων· ἔπειτα καὶ νῦν τὸν αὐτὸν εἶναι ἡγεῖσθαι τὸν τὰ προκείμενα διεξιόντα. Αὐτὸς τοιγαροῦν, ὃν οὐδ' ἕτερον εἶναι ἢ τοῦ Θεοῦ Λόγον διὰ τῶν ἔμπροσθεν παρεστήσαμεν, εὐχὴν ἀναπέμπει τῷ Πατρὶ, ἰδιοποιούμενος τὰ καθ' οὗ ἀνείληφεν