251
ἀνθρώπου πάθη· διό φησι· «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ὁ μὲν οὖν πρὸ τούτου ψαλμὸς προσεφώνει φάσκων· «Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ·» εἶθ' ἑξῆς τὴν ἅμα ἀνθρώποις διατρι 23.725 βὴν αὐτοῦ παρίστησι λέγων· «Καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν.» Καὶ τῶν μαθητῶν δὲ αὐτοῦ καὶ τῶν ἀποστόλων τὴν κλῆσιν ἐδήλου ἐν τῷ, «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Εἶθ' ἑξῆς εἰς τὸν θάνατον αὐτοῦ κάθοδον καὶ τὴν διέξοδον τὴν ἐντεῦθεν ἐδίδασκεν ἐν τῷ, «Καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου·» καὶ ἐν τῷ, «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης·» ἐπὶ πᾶσι δὲ τούτοις τὴν εἰς οὐρανοὺς ἐπάνοδον αὐτοῦ διὰ τοῦ αὐτοῦ ἐδήλου λέγων· «Ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατ' ἀνατολάς.» Ταῦτα μὲν οὖν ἐν ἐκείνοις· διὰ δὲ τῶν προκειμένων τὰ ὡς ἐν παραδρομῇ τότε λελεγμένα πλατύνει, δεικνὺς ὅπως λέλεκτο· «Καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου,» καὶ τὸ, «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Ταῦτα γὰρ εἰς πλάτος ἐπὶ τοῦ παρόντος διεξέρχεται λέγων· «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης καὶ καταιγὶς κατεπόντισέ με.» Πειρασμοὺς δὲ καὶ διωγμοὺς καὶ ἐπαναστάσεις ἀσεβῶν ἀνδρῶν ὕδατα καλεῖν εἴωθεν ὁ Λόγος· Οὕτω γοῦν εἴρηται ἀλλαχοῦ· «Τὸν χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ ἀνυπόστατον.» Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ ἐδίδασκε τοῦτο λέγων· «Κατέβη ἡ βροχὴ, ἦλθον οἱ ποταμοὶ, ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.» Καὶ διὰ τῶν προκειμένων τοίνυν τοὺς πειρασμοὺς καὶ τὰς κατ' αὐτοῦ ἐπιβουλὰς, ὕδατα ὀνομάζων εἰσεληλυθέναι ἕως τῆς ψυχῆς αὐτοῦ διδάσκει. Ἐπὶ μὲν οὖν τοῦ Ἰὼβ, καίπερ ὄντος ἀθλητοῦ γενναίου, γέγραπται εἰρηκὼς ὁ Θεὸς τῷ πειράζοντι· «Ἰδοὺ πάντα ὅσα ὑπάρχει αὐτῷ δίδωμι ἐν τῇ χειρί σου, μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον.» Ἐνταῦθα δὲ τὴν ψυχὴν αὐτὴν ὁ πειράζων πειράζει, ἥτις ποτὲ ἦν αὕτη, ἧς μέμνητο καὶ αὐτὸς λέγων· «Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν·» καὶ πάλιν· «Τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων μου·» καὶ, «Νῦν ἡ ψυχή μου τετάρακται·» καὶ, «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.» Ὅθεν καὶ νῦν φησιν· «Ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου·» κατὰ δὲ τὸν Σύμμαχον· «Ὅτι ἐπῆλθεν ὕδατα ἕως ψυχῆς μου.» Εἶτα ἐπιλέγει· «Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις·» κατὰ δὲ τὸν Σύμμαχον· «Ἐβαπτίσθην εἰς ἀπεράντους καταδύσεις, καὶ οὐκ ἔστι στάσις,» ἡρμήνευσε· σφόδρα ἀκολούθως. Ἔνθα γὰρ οὐκ ἦν στάσις ἑτέροις, διὰ τὸ πάντας τοὺς αὐτόθι κατελθόντας ὀλίσθῳ περιπεσεῖν καὶ κατασύρεσθαι ὑπὸ τῶν τοῦ θανάτου ῥευμάτων, ἐνταῦθα καὶ αὐτὸς ἦλθον, ὁπηνίκα εἰς τὰ βάθη τῆς θαλάσσης ἐλήλυθα· ἢ, κατὰ τὸν Σύμμαχον, «Εἰσῆλθον εἰς τὰ βάθη τῶν ὑδάτων, καὶ ῥεῖθρον ἐπέκλυσέ με.» Καὶ τὰ παραπλήσια δὲ τούτοις καὶ Ἰωνᾶς ὁ προφήτης ἀπὸ τῆς 23.728 κοιλίας τοῦ κήτους ἀναγέγραπται ηὐγμένος. Λέγει δ' οὖν καὶ αὐτός· «Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου· ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη. Ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων, κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι.» ∆ιόπερ τῷ παραδείγματι τοῦ Ἰωνᾶ κέχρηται ὁ Σωτὴρ πρὸς τοὺς αἰτήσαντας αὐτὸν σημεῖον, εἰπών· «Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἐγένετο Ἰωνᾶς ὁ προφήτης ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς